TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1016
Previous part

Chapter: 29 
Verse: 1    Οὐαὶ πόλις Αριηλ, ἣν Δαυιδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν, ϕάγεσϑε γὰρ σὺν Μωαβ.
Verse: 2    
ἐκϑλίψω γὰρ Αριηλ, καὶ ἔσται αὐτῆς ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί.
Verse: 3    
καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ ϑήσω περὶ σὲ πύργους,
Verse: 4    
καὶ ταπεινωϑήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ ϕωνοῦντες ἐκ τῆς γῆς ϕωνή σου, καὶ πρὸς τὸ ἔδαϕος ϕωνή σου ἀσϑενήσει.
Verse: 5    
καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς ϕερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα
Verse: 6    
παρὰ κυρίου σαβαωϑ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ ϕωνῆς μεγάλης, καταιγὶς ϕερομένη καὶ ϕλὸξ πυρὸς κατεσϑίουσα.
Verse: 7    
καὶ ἔσται ὡς ἐνυπνιαζόμενος ἐν ὕπνῳ πλοῦτος τῶν ἐϑνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν καὶ ϑλίβοντες αὐτήν.
Verse: 8    
καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσϑοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον, καὶ ὃν τρόπον ἐνυπνιάζεται διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται πλοῦτος πάντων τῶν ἐϑνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων.
Verse: 9    
ἐκλύϑητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου·
Verse: 10    
ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ τῶν προϕητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.
Verse: 11    
καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσϕραγισμένου τούτου, ἐὰν δῶσιν αὐτὸ ἀνϑρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ᾽Ανάγνωϑι ταῦτα· καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσϕράγισται γάρ.
Verse: 12    
καὶ δοϑήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνϑρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ ᾽Ανάγνωϑι τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα.
Verse: 13    
Καὶ εἶπεν κύριος ᾽Εγγίζει μοι λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ, μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνϑρώπων καὶ διδασκαλίας.
Verse: 14    
διὰ τοῦτο ἰδοὺ ἐγὼ προσϑήσω τοῦ μεταϑεῖναι τὸν λαὸν τοῦτον καὶ μεταϑήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοϕίαν τῶν σοϕῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.
Verse: 15    
οὐαὶ οἱ βαϑέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου· οὐαὶ οἱ ἐν κρυϕῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἡμεῖς ποιοῦμεν;
Verse: 16    
οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισϑήσεσϑε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;
Verse: 17    
οὐκέτι μικρὸν καὶ μετατεϑήσεται Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισϑήσεται;
Verse: 18    
καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωϕοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀϕϑαλμοὶ τυϕλῶν βλέψονται·
Verse: 19    
καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐϕροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνϑρώπων ἐμπλησϑήσονται εὐϕροσύνης.
Verse: 20    
ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήϕανος, καὶ ἐξωλεϑρεύϑησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ
Verse: 21    
καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνϑρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα ϑήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.
Verse: 22    
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ, ὃν ἀϕώρισεν ἐξ Αβρααμ Οὐ νῦν αἰσχυνϑήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ·
Verse: 23    
ἀλλ' ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν ϑεὸν τοῦ Ισραηλ ϕοβηϑήσονται.
Verse: 24    
καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαϑήσονται ὑπακούειν, καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαϑήσονται λαλεῖν εἰρήνην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.