TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1017
Previous part

Chapter: 30 
Verse: 1    Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει κύριος, ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ καὶ συνϑήκας οὐ διὰ τοῦ πνεύματός μου προσϑεῖναι ἁμαρτίας ἐϕ' ἁμαρτίαις,
Verse: 2    
οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηϑηϑῆναι ὑπὸ Φαραω καὶ σκεπασϑῆναι ὑπὸ Αἰγυπτίων.
Verse: 3    
ἔσται γὰρ ὑμῖν σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοῖς πεποιϑόσιν ἐπ' Αἴγυπτον ὄνειδος.
Verse: 4    
ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί· μάτην κοπιάσουσιν
Verse: 5    
πρὸς λαόν, ὃς οὐκ ὠϕελήσει αὐτοὺς οὔτε εἰς βοήϑειαν οὔτε εἰς ὠϕέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.
Verse: 6    
῾Η ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. ᾽Εν τῇ ϑλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖϑεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔϕερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔϑνος οὐκ ὠϕελήσει αὐτοὺς εἰς βοήϑειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.
Verse: 7    
Αἰγύπτιοι μάταια καὶ κενὰ ὠϕελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι Ματαία παράκλησις ὑμῶν αὕτη.
Verse: 8    
Νῦν οὖν καϑίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα.
Verse: 9    
ὅτι λαὸς ἀπειϑής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ ϑεοῦ,
Verse: 10    
οἱ λέγοντες τοῖς προϕήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν
Verse: 11    
καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀϕέλετε ἀϕ' ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀϕέλετε ἀϕ' ἡμῶν τὸν ἅγιον τοῦ Ισραηλ.
Verse: 12    
διὰ τοῦτο οὕτως λέγει κύριος ἅγιος τοῦ Ισραηλ ῞Οτι ἠπειϑήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιϑὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,
Verse: 13    
διὰ τοῦτο ἔσται ὑμῖν ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα,
Verse: 14    
καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν πῦρ ἀρεῖς καὶ ἐν ἀποσυριεῖς ὕδωρ μικρόν.
Verse: 15    
οὕτω λέγει κύριος ἅγιος τοῦ Ισραηλ ῞Οταν ἀποστραϕεὶς στενάξῃς, τότε σωϑήσῃ καὶ γνώσῃ ποῦ ἦσϑα· ὅτε ἐπεποίϑεις ἐπὶ τοῖς ματαίοις, ματαία ἰσχὺς ὑμῶν ἐγενήϑη. καὶ οὐκ ἠβούλεσϑε ἀκούειν,
Verse: 16    
ἀλλ' εἴπατε ᾽Εϕ' ἵππων ϕευξόμεϑα· διὰ τοῦτο ϕεύξεσϑε· καὶ εἴπατε ᾽Επὶ κούϕοις ἀναβάται ἐσόμεϑα· διὰ τοῦτο κοῦϕοι ἔσονται οἱ διώκοντες ὑμᾶς.
Verse: 17    
διὰ ϕωνὴν ἑνὸς ϕεύξονται χίλιοι, καὶ διὰ ϕωνὴν πέντε ϕεύξονται πολλοί, ἕως ἂν καταλειϕϑῆτε ὡς ἱστὸς ἐπ' ὄρους καὶ ὡς σημαίαν ϕέρων ἐπὶ βουνοῦ.
Verse: 18    
καὶ πάλιν μενεῖ ϑεὸς τοῦ οἰκτιρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωϑήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς κύριος ϑεὸς ἡμῶν ἐστιν, καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ.
Verse: 19    
Διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει, καὶ Ιερουσαλημ κλαυϑμῷ ἔκλαυσεν ᾽Ελέησόν με· ἐλεήσει σε τὴν ϕωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου.
Verse: 20    
καὶ δώσει κύριος ὑμῖν ἄρτον ϑλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀϕϑαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,
Verse: 21    
καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες Αὕτη ὁδός, πορευϑῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.
Verse: 22    
καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαϑημένης καὶ ὡς κόπρον ὤσεις αὐτά.
Verse: 23    
τότε ἔσται ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηϑήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,
Verse: 24    
οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ϕάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριϑῇ λελικμημένα.
Verse: 25    
καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι.
Verse: 26    
καὶ ἔσται τὸ ϕῶς τῆς σελήνης ὡς τὸ ϕῶς τοῦ ἡλίου καὶ τὸ ϕῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
Verse: 27    
᾽Ιδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ, καιόμενος ϑυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ ϑυμοῦ ὡς πῦρ ἔδεται.
Verse: 28    
καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν ϕάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεϑήσεται τοῦ ἔϑνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.
Verse: 29    
μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐϕραίνεσϑαι καὶ εἰσπορεύεσϑαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐϕραινομένους εἰσελϑεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος τοῦ κυρίου πρὸς τὸν ϑεὸν τοῦ Ισραηλ;
Verse: 30    
καὶ ἀκουστὴν ποιήσει ϑεὸς τὴν δόξαν τῆς ϕωνῆς αὐτοῦ καὶ τὸν ϑυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ ϑυμοῦ καὶ ὀργῆς καὶ ϕλογὸς κατεσϑιούσης· κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταϕερομένη βίᾳ.
Verse: 31    
διὰ γὰρ ϕωνὴν κυρίου ἡττηϑήσονται ᾽Ασσύριοι τῇ πληγῇ, ἂν πατάξῃ αὐτούς.
Verse: 32    
καὶ ἔσται αὐτῷ κυκλόϑεν, ὅϑεν ἦν αὐτῷ ἐλπὶς τῆς βοηϑείας, ἐϕ' αὐτὸς ἐπεποίϑει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιϑάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.
Verse: 33    
σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηϑήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσϑη βασιλεύειν ϕάραγγα βαϑεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ϑυμὸς κυρίου ὡς ϕάραγξ ὑπὸ ϑείου καιομένη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.