TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1030
Previous part

Chapter: 43 
Verse: 1    Καὶ νῦν οὕτως λέγει κύριος ϑεὸς ποιήσας σε, Ιακωβ, πλάσας σε, Ισραηλ Μὴ ϕοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.
Verse: 2    
καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλϑῃς διὰ πυρός, οὐ μὴ κατακαυϑῇς, ϕλὸξ οὐ κατακαύσει σε.
Verse: 3    
ὅτι ἐγὼ κύριος ϑεός σου ἅγιος Ισραηλ σῴζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰϑιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ.
Verse: 4    
ἀϕ' οὗ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσϑης, κἀγώ σε ἠγάπησα· καὶ δώσω ἀνϑρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεϕαλῆς σου.
Verse: 5    
μὴ ϕοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.
Verse: 6    
ἐρῶ τῷ βορρᾷ ῎Αγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωϑεν καὶ τὰς ϑυγατέρας μου ἀπ' ἄκρων τῆς γῆς,
Verse: 7    
πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν·
Verse: 8    
καὶ ἐξήγαγον λαὸν τυϕλόν, καὶ ὀϕϑαλμοί εἰσιν ὡσαύτως τυϕλοί, καὶ κωϕοὶ τὰ ὦτα ἔχοντες.
Verse: 9    
πάντα τὰ ἔϑνη συνήχϑησαν ἅμα, καὶ συναχϑήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωϑήτωσαν καὶ εἰπάτωσαν ἀληϑῆ.
Verse: 10    
γένεσϑέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ϑεός, καὶ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσϑέν μου οὐκ ἐγένετο ἄλλος ϑεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται·
Verse: 11    
ἐγὼ ϑεός, καὶ οὐκ ἔστιν πάρεξ ἐμοῦ σῴζων.
Verse: 12    
ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς, λέγει κύριος ϑεός.
Verse: 13    
ἔτι ἀπ' ἀρχῆς καὶ οὐκ ἔστιν ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Verse: 14    
Οὕτως λέγει κύριος ϑεὸς λυτρούμενος ὑμᾶς ἅγιος Ισραηλ ῞Ενεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας ϕεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεϑήσονται.
Verse: 15    
ἐγὼ κύριος ϑεὸς ἅγιος ὑμῶν καταδείξας Ισραηλ βασιλέα ὑμῶν.
Verse: 16    
οὕτως λέγει κύριος διδοὺς ὁδὸν ἐν ϑαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον
Verse: 17    
ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν, ἀλλὰ ἐκοιμήϑησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσϑησαν ὡς λίνον ἐσβεσμένον
Verse: 18    
Μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσϑε.
Verse: 19    
ἰδοὺ ποιῶ καινὰ νῦν ἀνατελεῖ, καὶ γνώσεσϑε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς.
Verse: 20    
εὐλογήσει με τὰ ϑηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ ϑυγατέρες στρουϑῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν,
Verse: 21    
λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσϑαι.
Verse: 22    
οὐ νῦν ἐκάλεσά σε, Ιακωβ, οὐδὲ κοπιᾶσαί σε ἐποίησα, Ισραηλ·
Verse: 23    
οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς ϑυσίαις σου ἐδόξασάς με, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,
Verse: 24    
οὐδὲ ἐκτήσω μοι ἀργυρίου ϑυμίαμα, οὐδὲ τὸ στέαρ τῶν ϑυσιῶν σου ἐπεϑύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.
Verse: 25    
ἐγώ εἰμι ἐγώ εἰμι ἐξαλείϕων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησϑήσομαι.
Verse: 26    
σὺ δὲ μνήσϑητι καὶ κριϑῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωϑῇς.
Verse: 27    
οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες αὐτῶν ἠνόμησαν εἰς ἐμέ,
Verse: 28    
καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.