TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1035
Previous part

Chapter: 48 
Verse: 1    ᾽Ακούσατε ταῦτα, οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελϑόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληϑείας οὐδὲ μετὰ δικαιοσύνης
Verse: 2    
καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ ϑεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι, κύριος σαβαωϑ ὄνομα αὐτῷ.
Verse: 3    
Τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλϑεν καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλϑεν.
Verse: 4    
γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.
Verse: 5    
καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλϑεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μου ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.
Verse: 6    
ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, μέλλει γίνεσϑαι, καὶ οὐκ εἶπας.
Verse: 7    
νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς ὅτι Ναί, γινώσκω αὐτά.
Verse: 8    
οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀϑετῶν ἀϑετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κηλϑήσῃ.
Verse: 9    
ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν ϑυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί, ἵνα μὴ ἐξολεϑρεύσω σε.
Verse: 10    
ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας·
Verse: 11    
ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.
Verse: 12    
῎Ακουέ μου, Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,
Verse: 13    
καὶ χείρ μου ἐϑεμελίωσεν τὴν γῆν, καὶ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα
Verse: 14    
καὶ συναχϑήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ ϑέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων.
Verse: 15    
ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.
Verse: 16    
προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ' ἀρχῆς ἐν κρυϕῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.
Verse: 17    
οὕτως λέγει κύριος ῥυσάμενός σε ἅγιος Ισραηλ ᾽Εγώ εἰμι ϑεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν πορεύσῃ ἐν αὐτῇ.
Verse: 18    
καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς εἰρήνη σου καὶ δικαιοσύνη σου ὡς κῦμα ϑαλάσσης·
Verse: 19    
καὶ ἐγένετο ἂν ὡς ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολεϑρευϑῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου.
Verse: 20    
῎Εξελϑε ἐκ Βαβυλῶνος ϕεύγων ἀπὸ τῶν Χαλδαίων· ϕωνὴν εὐϕροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσϑω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε ᾽Ερρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ.
Verse: 21    
καὶ ἐὰν διψήσωσιν, δι' ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισϑήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται λαός μου.
Verse: 22    
οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.