TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1036
Previous part

Chapter: 49 
Verse: 1    ᾽Ακούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔϑνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου
Verse: 2    
καὶ ἔϑηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔϑηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ ϕαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με.
Verse: 3    
καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασϑήσομαι.
Verse: 4    
καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο κρίσις μου παρὰ κυρίῳ, καὶ πόνος μου ἐναντίον τοῦ ϑεοῦ μου.
Verse: 5    
καὶ νῦν οὕτως λέγει κύριος πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν συναχϑήσομαι καὶ δοξασϑήσομαι ἐναντίον κυρίου, καὶ ϑεός μου ἔσται μου ἰσχύς
Verse: 6    
καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληϑῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς ϕυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέϑεικά σε εἰς διαϑήκην γένους εἰς ϕῶς ἐϑνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Verse: 7    
Οὕτως λέγει κύριος ῥυσάμενός σε ϑεὸς Ισραηλ ῾Αγιάσατε τὸν ϕαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐϑνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε.
Verse: 8    
οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήϑησά σοι καὶ ἔδωκά σε εἰς διαϑήκην ἐϑνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,
Verse: 9    
λέγοντα τοῖς ἐν δεσμοῖς ᾽Εξέλϑατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυϕϑῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηϑήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις νομὴ αὐτῶν·
Verse: 10    
οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ἥλιος, ἀλλὰ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
Verse: 11    
καὶ ϑήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
Verse: 12    
ἰδοὺ οὗτοι πόρρωϑεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ ϑαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
Verse: 13    
εὐϕραίνεσϑε, οὐρανοί, καὶ ἀγαλλιάσϑω γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐϕροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ϑεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.
Verse: 14    
Εἶπεν δὲ Σιων ᾽Εγκατέλιπέν με κύριος, καὶ κύριος ἐπελάϑετό μου.
Verse: 15    
μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάϑοιτο ταῦτα γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος.
Verse: 16    
ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράϕησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός·
Verse: 17    
καὶ ταχὺ οἰκοδομηϑήσῃ ὑϕ' ὧν καϑῃρέϑης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.
Verse: 18    
ἆρον κύκλῳ τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχϑησαν καὶ ἤλϑοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιϑήσῃ αὐτοὺς ὡς κόσμον νύμϕης.
Verse: 19    
ὅτι τὰ ἔρημά σου καὶ τὰ διεϕϑαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνϑήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
Verse: 20    
ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.
Verse: 21    
καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέϑρεψέν μοι; ἐγὼ δὲ κατελείϕϑην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
Verse: 22    
Οὕτως λέγει κύριος ᾽Ιδοὺ αἴρω εἰς τὰ ἔϑνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ ϑυγατέρας σου ἐπ' ὤμων ἀροῦσιν,
Verse: 23    
καὶ ἔσονται βασιλεῖς τιϑηνοί σου, αἱ δὲ ἄρχουσαι τροϕοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνϑήσῃ.
Verse: 24    
μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωϑήσεται;
Verse: 25    
οὕτως λέγει κύριος ᾽Εάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωϑήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·
Verse: 26    
καὶ ϕάγονται οἱ ϑλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεϑυσϑήσονται, καὶ αἰσϑανϑήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.