TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1040
Previous part

Chapter: 53 
Verse: 1    κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ βραχίων κυρίου τίνι ἀπεκαλύϕϑη;
Verse: 2    
ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος·
Verse: 3    
ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας ἀνϑρώπους, ἄνϑρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς ϕέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσϑη καὶ οὐκ ἐλογίσϑη.
Verse: 4    
οὗτος τὰς ἁμαρτίας ἡμῶν ϕέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεϑα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.
Verse: 5    
αὐτὸς δὲ ἐτραυματίσϑη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάϑημεν.
Verse: 6    
πάντες ὡς πρόβατα ἐπλανήϑημεν, ἄνϑρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήϑη· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.
Verse: 7    
καὶ αὐτὸς διὰ τὸ κεκακῶσϑαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σϕαγὴν ἤχϑη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄϕωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
Verse: 8    
ἐν τῇ ταπεινώσει κρίσις αὐτοῦ ἤρϑη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχϑη εἰς ϑάνατον.
Verse: 9    
καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταϕῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ ϑανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέϑη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Verse: 10    
καὶ κύριος βούλεται καϑαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται κύριος ἀϕελεῖν
Verse: 11    
ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ ϕῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει.
Verse: 12    
διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνϑ' ὧν παρεδόϑη εἰς ϑάνατον ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσϑη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόϑη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.