TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1042
Chapter: 55
Verse: 1
Οἱ
διψῶντες
,
πορεύεσϑε
ἐϕ
'
ὕδωρ
,
καὶ
ὅσοι
μὴ
ἔχετε
ἀργύριον
,
βαδίσαντες
ἀγοράσατε
καὶ
πίετε
ἄνευ
ἀργυρίου
καὶ
τιμῆς
οἴνου
καὶ
στέαρ
.
Verse: 2
ἵνα
τί
τιμᾶσϑε
ἀργυρίου
,
καὶ
τὸν
μόχϑον
ὑμῶν
οὐκ
εἰς
πλησμονήν
;
ἀκούσατέ
μου
καὶ
ϕάγεσϑε
ἀγαϑά
,
καὶ
ἐντρυϕήσει
ἐν
ἀγαϑοῖς
ἡ
ψυχὴ
ὑμῶν
.
Verse: 3
προσέχετε
τοῖς
ὠτίοις
ὑμῶν
καὶ
ἐπακολουϑήσατε
ταῖς
ὁδοῖς
μου
·
ἐπακούσατέ
μου
,
καὶ
ζήσεται
ἐν
ἀγαϑοῖς
ἡ
ψυχὴ
ὑμῶν
·
καὶ
διαϑήσομαι
ὑμῖν
διαϑήκην
αἰώνιον
,
τὰ
ὅσια
Δαυιδ
τὰ
πιστά
.
Verse: 4
ἰδοὺ
μαρτύριον
ἐν
ἔϑνεσιν
δέδωκα
αὐτόν
,
ἄρχοντα
καὶ
προστάσσοντα
ἔϑνεσιν
.
Verse: 5
ἔϑνη
,
ἃ
οὐκ
ᾔδεισάν
σε
,
ἐπικαλέσονταί
σε
,
καὶ
λαοί
,
οἳ
οὐκ
ἐπίστανταί
σε
,
ἐπὶ
σὲ
καταϕεύξονται
ἕνεκεν
τοῦ
ϑεοῦ
σου
τοῦ
ἁγίου
Ισραηλ
,
ὅτι
ἐδόξασέν
σε
.
Verse: 6
Ζητήσατε
τὸν
ϑεὸν
καὶ
ἐν
τῷ
εὑρίσκειν
αὐτὸν
ἐπικαλέσασϑε
·
ἡνίκα
δ
'
ἂν
ἐγγίζῃ
ὑμῖν
,
Verse: 7
ἀπολιπέτω
ὁ
ἀσεβὴς
τὰς
ὁδοὺς
αὐτοῦ
καὶ
ἀνὴρ
ἄνομος
τὰς
βουλὰς
αὐτοῦ
καὶ
ἐπιστραϕήτω
ἐπὶ
κύριον
,
καὶ
ἐλεηϑήσεται
,
ὅτι
ἐπὶ
πολὺ
ἀϕήσει
τὰς
ἁμαρτίας
ὑμῶν
.
Verse: 8
οὐ
γάρ
εἰσιν
αἱ
βουλαί
μου
ὥσπερ
αἱ
βουλαὶ
ὑμῶν
οὐδὲ
ὥσπερ
αἱ
ὁδοὶ
ὑμῶν
αἱ
ὁδοί
μου
,
λέγει
κύριος
·
Verse: 9
ἀλλ
'
ὡς
ἀπέχει
ὁ
οὐρανὸς
ἀπὸ
τῆς
γῆς
,
οὕτως
ἀπέχει
ἡ
ὁδός
μου
ἀπὸ
τῶν
ὁδῶν
ὑμῶν
καὶ
τὰ
διανοήματα
ὑμῶν
ἀπὸ
τῆς
διανοίας
μου
.
Verse: 10
ὡς
γὰρ
ἐὰν
καταβῇ
ὑετὸς
ἢ
χιὼν
ἐκ
τοῦ
οὐρανοῦ
καὶ
οὐ
μὴ
ἀποστραϕῇ
,
ἕως
ἂν
μεϑύσῃ
τὴν
γῆν
,
καὶ
ἐκτέκῃ
καὶ
ἐκβλαστήσῃ
καὶ
δῷ
σπέρμα
τῷ
σπείροντι
καὶ
ἄρτον
εἰς
βρῶσιν
,
Verse: 11
οὕτως
ἔσται
τὸ
ῥῆμά
μου
,
ὃ
ἐὰν
ἐξέλϑῃ
ἐκ
τοῦ
στόματός
μου
,
οὐ
μὴ
ἀποστραϕῇ
,
ἕως
ἂν
συντελεσϑῇ
ὅσα
ἠϑέλησα
καὶ
εὐοδώσω
τὰς
ὁδούς
σου
καὶ
τὰ
ἐντάλματά
μου
.
Verse: 12
ἐν
γὰρ
εὐϕροσύνῃ
ἐξελεύσεσϑε
καὶ
ἐν
χαρᾷ
διδαχϑήσεσϑε
·
τὰ
γὰρ
ὄρη
καὶ
οἱ
βουνοὶ
ἐξαλοῦνται
προσδεχόμενοι
ὑμᾶς
ἐν
χαρᾷ
,
καὶ
πάντα
τὰ
ξύλα
τοῦ
ἀγροῦ
ἐπικροτήσει
τοῖς
κλάδοις
,
Verse: 13
καὶ
ἀντὶ
τῆς
στοιβῆς
ἀναβήσεται
κυπάρισσος
,
ἀντὶ
δὲ
τῆς
κονύζης
ἀναβήσεται
μυρσίνη
·
καὶ
ἔσται
κύριος
εἰς
ὄνομα
καὶ
εἰς
σημεῖον
αἰώνιον
καὶ
οὐκ
ἐκλείψει
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.