TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1042
Previous part

Chapter: 55 
Verse: 1    Οἱ διψῶντες, πορεύεσϑε ἐϕ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ.
Verse: 2    
ἵνα τί τιμᾶσϑε ἀργυρίου, καὶ τὸν μόχϑον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου καὶ ϕάγεσϑε ἀγαϑά, καὶ ἐντρυϕήσει ἐν ἀγαϑοῖς ψυχὴ ὑμῶν.
Verse: 3    
προσέχετε τοῖς ὠτίοις ὑμῶν καὶ ἐπακολουϑήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαϑοῖς ψυχὴ ὑμῶν· καὶ διαϑήσομαι ὑμῖν διαϑήκην αἰώνιον, τὰ ὅσια Δαυιδ τὰ πιστά.
Verse: 4    
ἰδοὺ μαρτύριον ἐν ἔϑνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔϑνεσιν.
Verse: 5    
ἔϑνη, οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταϕεύξονται ἕνεκεν τοῦ ϑεοῦ σου τοῦ ἁγίου Ισραηλ, ὅτι ἐδόξασέν σε.
Verse: 6    
Ζητήσατε τὸν ϑεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασϑε· ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν,
Verse: 7    
ἀπολιπέτω ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραϕήτω ἐπὶ κύριον, καὶ ἐλεηϑήσεται, ὅτι ἐπὶ πολὺ ἀϕήσει τὰς ἁμαρτίας ὑμῶν.
Verse: 8    
οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει κύριος·
Verse: 9    
ἀλλ' ὡς ἀπέχει οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
Verse: 10    
ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραϕῇ, ἕως ἂν μεϑύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν,
Verse: 11    
οὕτως ἔσται τὸ ῥῆμά μου, ἐὰν ἐξέλϑῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραϕῇ, ἕως ἂν συντελεσϑῇ ὅσα ἠϑέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου.
Verse: 12    
ἐν γὰρ εὐϕροσύνῃ ἐξελεύσεσϑε καὶ ἐν χαρᾷ διδαχϑήσεσϑε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις,
Verse: 13    
καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.