TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1046
Previous part

Chapter: 59 
Verse: 1    Μὴ οὐκ ἰσχύει χεὶρ κυρίου τοῦ σῶσαι; ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;
Verse: 2    
ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ ϑεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀϕ' ὑμῶν τοῦ μὴ ἐλεῆσαι.
Verse: 3    
αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.
Verse: 4    
οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληϑινή· πεποίϑασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν.
Verse: 5    
ᾠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑϕαίνουσιν· καὶ μέλλων τῶν ᾠῶν αὐτῶν ϕαγεῖν συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος·
Verse: 6    
ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας.
Verse: 7    
οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀϕρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.
Verse: 8    
καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.
Verse: 9    
διὰ τοῦτο ἀπέστη κρίσις ἀπ' αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν ϕῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.
Verse: 10    
ψηλαϕήσουσιν ὡς τυϕλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀϕϑαλμῶν ψηλαϕήσουσιν· καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποϑνῄσκοντες στενάξουσιν.
Verse: 11    
ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀϕέστηκεν ἀϕ' ἡμῶν.
Verse: 12    
πολλὴ γὰρ ἡμῶν ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν·
Verse: 13    
ἠσεβήσαμεν καὶ ἐψευσάμεϑα καὶ ἀπέστημεν ἀπὸ ὄπισϑεν τοῦ ϑεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειϑήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους·
Verse: 14    
καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ δικαιοσύνη μακρὰν ἀϕέστηκεν, ὅτι καταναλώϑη ἐν ταῖς ὁδοῖς αὐτῶν ἀλήϑεια, καὶ δι' εὐϑείας οὐκ ἠδύναντο διελϑεῖν.
Verse: 15    
καὶ ἀλήϑεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδεν κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.
Verse: 16    
καὶ εἶδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ἀντιλημψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.
Verse: 17    
καὶ ἐνεδύσατο δικαιοσύνην ὡς ϑώρακα καὶ περιέϑετο περικεϕαλαίαν σωτηρίου ἐπὶ τῆς κεϕαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον
Verse: 18    
ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.
Verse: 19    
καὶ ϕοβηϑήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ' ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ὀργὴ παρὰ κυρίου, ἥξει μετὰ ϑυμοῦ.
Verse: 20    
καὶ ἥξει ἕνεκεν Σιων ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ.
Verse: 21    
καὶ αὕτη αὐτοῖς παρ' ἐμοῦ διαϑήκη, εἶπεν κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν γὰρ κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.