TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 958
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν ἐκ δευτέρου λέγων
Verse: 2    
᾽Ανάστηϑι καὶ πορεύϑητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσϑεν, ἐγὼ ἐλάλησα πρὸς σέ.
Verse: 3    
καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύϑη εἰς Νινευη, καϑὼς ἐλάλησεν κύριος· δὲ Νινευη ἦν πόλις μεγάλη τῷ ϑεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.
Verse: 4    
καὶ ἤρξατο Ιωνας τοῦ εἰσελϑεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξεν καὶ εἶπεν ῎Ετι τρεῖς ἡμέραι καὶ Νινευη καταστραϕήσεται.
Verse: 5    
καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευη τῷ ϑεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.
Verse: 6    
καὶ ἤγγισεν λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἐξανέστη ἀπὸ τοῦ ϑρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀϕ' ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάϑισεν ἐπὶ σποδοῦ.
Verse: 7    
καὶ ἐκηρύχϑη καὶ ἐρρέϑη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνϑρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσϑωσαν μηδὲν μηδὲ νεμέσϑωσαν μηδὲ ὕδωρ πιέτωσαν.
Verse: 8    
καὶ περιεβάλοντο σάκκους οἱ ἄνϑρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν ϑεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες
Verse: 9    
Τίς οἶδεν εἰ μετανοήσει ϑεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς ϑυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεϑα;
Verse: 10    
καὶ εἶδεν ϑεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ϑεὸς ἐπὶ τῇ κακίᾳ, ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.