TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 101
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
Verse: 2    
Λαλήσατε τοῖς υἱοῖς Ισραηλ λέγοντες Ταῦτα τὰ κτήνη, ϕάγεσϑε ἀπὸ πάντων τῶν κτηνῶν τῶν ἐπὶ τῆς γῆς·
Verse: 3    
πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν, ταῦτα ϕάγεσϑε.
Verse: 4    
πλὴν ἀπὸ τούτων οὐ ϕάγεσϑε· ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο, ὁπλὴν δὲ οὐ διχηλεῖ, ἀκάϑαρτον τοῦτο ὑμῖν·
Verse: 5    
καὶ τὸν δασύποδα, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάϑαρτον τοῦτο ὑμῖν·
Verse: 6    
καὶ τὸν χοιρογρύλλιον, ὅτι ἀνάγει μηρυκισμὸν τοῦτο καὶ ὁπλὴν οὐ διχηλεῖ, ἀκάϑαρτον τοῦτο ὑμῖν·
Verse: 7    
καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει μηρυκισμόν, ἀκάϑαρτον τοῦτο ὑμῖν·
Verse: 8    
ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ ϕάγεσϑε καὶ τῶν ϑνησιμαίων αὐτῶν οὐχ ἅψεσϑε, ἀκάϑαρτα ταῦτα ὑμῖν.
Verse: 9    
Καὶ ταῦτα, ϕάγεσϑε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν· πάντα, ὅσα ἐστὶν αὐτοῖς πτερύγια καὶ λεπίδες ἐν τοῖς ὕδασιν καὶ ἐν ταῖς ϑαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ταῦτα ϕάγεσϑε.
Verse: 10    
καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια οὐδὲ λεπίδες ἐν τῷ ὕδατι ἐν ταῖς ϑαλάσσαις καὶ ἐν τοῖς χειμάρροις, ἀπὸ πάντων, ὧν ἐρεύγεται τὰ ὕδατα, καὶ ἀπὸ πάσης ψυχῆς ζώσης τῆς ἐν τῷ ὕδατι βδέλυγμά ἐστιν·
Verse: 11    
καὶ βδελύγματα ἔσονται ὑμῖν, ἀπὸ τῶν κρεῶν αὐτῶν οὐκ ἔδεσϑε καὶ τὰ ϑνησιμαῖα αὐτῶν βδελύξεσϑε·
Verse: 12    
καὶ πάντα, ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, τῶν ἐν τῷ ὕδατι, βδέλυγμα τοῦτό ἐστιν ὑμῖν.
Verse: 13    
Καὶ ταῦτα βδελύξεσϑε ἀπὸ τῶν πετεινῶν, καὶ οὐ βρωϑήσεται, βδέλυγμά ἐστιν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
Verse: 14    
καὶ τὸν γύπα καὶ ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ
Verse: 15    
καὶ κόρακα καὶ τὰ ὅμοια αὐτῷ
Verse: 16    
καὶ στρουϑὸν καὶ γλαῦκα καὶ λάρον καὶ τὰ ὅμοια αὐτῷ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ
Verse: 17    
καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἶβιν
Verse: 18    
καὶ πορϕυρίωνα καὶ πελεκᾶνα καὶ κύκνον
Verse: 19    
καὶ γλαῦκα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτερίδα.
Verse: 20    
καὶ πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν, πορεύεται ἐπὶ τέσσαρα, βδελύγματά ἐστιν ὑμῖν.
Verse: 21    
ἀλλὰ ταῦτα ϕάγεσϑε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, πορεύεται ἐπὶ τέσσαρα· ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ πηδᾶν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς.
Verse: 22    
καὶ ταῦτα ϕάγεσϑε ἀπ' αὐτῶν· τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτῷ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτῇ καὶ τὸν ὀϕιομάχην καὶ τὰ ὅμοια αὐτῷ.
Verse: 23    
πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν, οἷς ἐστιν τέσσαρες πόδες, βδέλυγμά ἐστιν ὑμῖν.
Verse: 24    
καὶ ἐν τούτοις μιανϑήσεσϑε, πᾶς ἁπτόμενος τῶν ϑνησιμαίων αὐτῶν ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας,
Verse: 25    
καὶ πᾶς αἴρων τῶν ϑνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 26    
ἐν πᾶσιν τοῖς κτήνεσιν ἐστιν διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκᾶται, ἀκάϑαρτα ἔσονται ὑμῖν· πᾶς ἁπτόμενος τῶν ϑνησιμαίων αὐτῶν ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 27    
καὶ πᾶς, ὃς πορεύεται ἐπὶ χειρῶν ἐν πᾶσι τοῖς ϑηρίοις, πορεύεται ἐπὶ τέσσαρα, ἀκάϑαρτα ἔσται ὑμῖν· πᾶς ἁπτόμενος τῶν ϑνησιμαίων αὐτῶν ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 28    
καὶ αἴρων τῶν ϑνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας· ἀκάϑαρτα ταῦτα ὑμῖν ἐστιν.
Verse: 29    
Καὶ ταῦτα ὑμῖν ἀκάϑαρτα ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς· γαλῆ καὶ μῦς καὶ κροκόδειλος χερσαῖος,
Verse: 30    
μυγαλῆ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ.
Verse: 31    
ταῦτα ἀκάϑαρτα ὑμῖν ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς· πᾶς ἁπτόμενος αὐτῶν τεϑνηκότων ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 32    
καὶ πᾶν, ἐϕ' ἂν ἐπιπέσῃ ἀπ' αὐτῶν τεϑνηκότων αὐτῶν, ἀκάϑαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἱματίου δέρματος σάκκου· πᾶν σκεῦος, ἐὰν ποιηϑῇ ἔργον ἐν αὐτῷ, εἰς ὕδωρ βαϕήσεται καὶ ἀκάϑαρτον ἔσται ἕως ἑσπέρας καὶ καϑαρὸν ἔσται.
Verse: 33    
καὶ πᾶν σκεῦος ὀστράκινον, εἰς ἐὰν πέσῃ ἀπὸ τούτων ἔνδον, ὅσα ἐὰν ἔνδον , ἀκάϑαρτα ἔσται, καὶ αὐτὸ συντριβήσεται.
Verse: 34    
καὶ πᾶν βρῶμα, ἔσϑεται, εἰς ἐὰν ἐπέλϑῃ ἐπ' αὐτὸ ὕδωρ, ἀκάϑαρτον ἔσται· καὶ πᾶν ποτόν, πίνεται ἐν παντὶ ἀγγείῳ, ἀκάϑαρτον ἔσται.
Verse: 35    
καὶ πᾶν, ἐὰν πέσῃ ἀπὸ τῶν ϑνησιμαίων αὐτῶν ἐπ' αὐτό, ἀκάϑαρτον ἔσται· κλίβανοι καὶ κυϑρόποδες καϑαιρεϑήσονται· ἀκάϑαρτα ταῦτά ἐστιν καὶ ἀκάϑαρτα ταῦτα ὑμῖν ἔσονται·
Verse: 36    
πλὴν πηγῶν ὑδάτων καὶ λάκκου καὶ συναγωγῆς ὕδατος, ἔσται καϑαρόν· δὲ ἁπτόμενος τῶν ϑνησιμαίων αὐτῶν ἀκάϑαρτος ἔσται.
Verse: 37    
ἐὰν δὲ ἐπιπέσῃ τῶν ϑνησιμαίων αὐτῶν ἐπὶ πᾶν σπέρμα σπόριμον, σπαρήσεται, καϑαρὸν ἔσται·
Verse: 38    
ἐὰν δὲ ἐπιχυϑῇ ὕδωρ ἐπὶ πᾶν σπέρμα καὶ ἐπιπέσῃ τῶν ϑνησιμαίων αὐτῶν ἐπ' αὐτό, ἀκάϑαρτόν ἐστιν ὑμῖν.
Verse: 39    
᾽Εὰν δὲ ἀποϑάνῃ τῶν κτηνῶν ἐστιν ὑμῖν τοῦτο ϕαγεῖν, ἁπτόμενος τῶν ϑνησιμαίων αὐτῶν ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας·
Verse: 40    
καὶ ἐσϑίων ἀπὸ τῶν ϑνησιμαίων τούτων πλυνεῖ τὰ ἱμάτια καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας· καὶ αἴρων ἀπὸ ϑνησιμαίων αὐτῶν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας.
Verse: 41    
Καὶ πᾶν ἑρπετόν, ἕρπει ἐπὶ τῆς γῆς, βδέλυγμα τοῦτο ἔσται ὑμῖν, οὐ βρωϑήσεται.
Verse: 42    
καὶ πᾶς πορευόμενος ἐπὶ κοιλίας καὶ πᾶς πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός, πολυπληϑεῖ ποσὶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ ϕάγεσϑε αὐτό, ὅτι βδέλυγμα ὑμῖν ἐστιν.
Verse: 43    
καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς καὶ οὐ μιανϑήσεσϑε ἐν τούτοις καὶ οὐκ ἀκάϑαρτοι ἔσεσϑε ἐν αὐτοῖς·
Verse: 44    
ὅτι ἐγώ εἰμι κύριος ϑεὸς ὑμῶν, καὶ ἁγιασϑήσεσϑε καὶ ἅγιοι ἔσεσϑε, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ϑεὸς ὑμῶν, καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσιν τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς·
Verse: 45    
ὅτι ἐγώ εἰμι κύριος ἀναγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν ϑεός, καὶ ἔσεσϑε ἅγιοι, ὅτι ἅγιός εἰμι ἐγὼ κύριος.
Verse: 46    
Οὗτος νόμος περὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν καὶ πάσης ψυχῆς τῆς κινουμένης ἐν τῷ ὕδατι καὶ πάσης ψυχῆς ἑρπούσης ἐπὶ τῆς γῆς
Verse: 47    
διαστεῖλαι ἀνὰ μέσον τῶν ἀκαϑάρτων καὶ ἀνὰ μέσον τῶν καϑαρῶν καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ ἐσϑιόμενα καὶ ἀνὰ μέσον τῶν ζωογονούντων τὰ μὴ ἐσϑιόμενα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.