TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 987
Previous part

Chapter: 3 
Verse: 1    ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίϕνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ἄγγελος τῆς διαϑήκης, ὃν ὑμεῖς ϑέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ.
Verse: 2    
καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων.
Verse: 3    
καὶ καϑιεῖται χωνεύων καὶ καϑαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον· καὶ καϑαρίσει τοὺς υἱοὺς Λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον· καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες ϑυσίαν ἐν δικαιοσύνῃ.
Verse: 4    
καὶ ἀρέσει τῷ κυρίῳ ϑυσία Ιουδα καὶ Ιερουσαλημ καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καϑὼς τὰ ἔτη τὰ ἔμπροσϑεν.
Verse: 5    
καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς ϕαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισϑὸν μισϑωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρϕανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ ϕοβουμένους με, λέγει κύριος παντοκράτωρ.
Verse: 6    
Διότι ἐγὼ κύριος ϑεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· καὶ ὑμεῖς, υἱοὶ Ιακωβ, οὐκ ἀπέχεσϑε
Verse: 7    
ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐϕυλάξασϑε. ἐπιστρέψατε πρός με, καὶ ἐπιστραϕήσομαι πρὸς ὑμᾶς, λέγει κύριος παντοκράτωρ. καὶ εἴπατε ᾽Εν τίνι ἐπιστρέψωμεν;
Verse: 8    
εἰ πτερνιεῖ ἄνϑρωπος ϑεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε ᾽Εν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεϑ' ὑμῶν εἰσιν·
Verse: 9    
καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε· τὸ ἔϑνος συνετελέσϑη.
Verse: 10    
καὶ εἰσηνέγκατε πάντα τὰ ἐκϕόρια εἰς τοὺς ϑησαυρούς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται διαρπαγὴ αὐτοῦ. ἐπισκέψασϑε δὴ ἐν τούτῳ, λέγει κύριος παντοκράτωρ, ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωϑῆναι·
Verse: 11    
καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαϕϑείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσϑενήσῃ ὑμῶν ἄμπελος ἐν τῷ ἀγρῷ, λέγει κύριος παντοκράτωρ.
Verse: 12    
καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔϑνη, διότι ἔσεσϑε ὑμεῖς γῆ ϑελητή, λέγει κύριος παντοκράτωρ.
Verse: 13    
᾽Εβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει κύριος, καὶ εἴπατε ᾽Εν τίνι κατελαλήσαμεν κατὰ σοῦ;
Verse: 14    
εἴπατε Μάταιος δουλεύων ϑεῷ, καὶ τί πλέον ὅτι ἐϕυλάξαμεν τὰ ϕυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύϑημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος;
Verse: 15    
καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν ϑεῷ καὶ ἐσώϑησαν.
Verse: 16    
Ταῦτα κατελάλησαν οἱ ϕοβούμενοι τὸν κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς ϕοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ.
Verse: 17    
καὶ ἔσονταί μοι, λέγει κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνϑρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ.
Verse: 18    
καὶ ἐπιστραϕήσεσϑε καὶ ὄψεσϑε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος ϑεῷ καὶ τοῦ μὴ δουλεύοντος.
Verse: 19    
διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ ϕλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡμέρα ἐρχομένη, λέγει κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειϕϑῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα.
Verse: 20    
καὶ ἀνατελεῖ ὑμῖν τοῖς ϕοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσϑε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.
Verse: 21    
καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ.
Verse: 22    
καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλϑεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιϕανῆ,
Verse: 23    
ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνϑρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλϑω καὶ πατάξω τὴν γῆν ἄρδην.
Verse: 24    
μνήσϑητε νόμου Μωυσῆ τοῦ δούλου μου, καϑότι ἐνετειλάμην αὐτῷ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα καὶ δικαιώματα. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.