TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 962
Previous part

Chapter: 3 
Verse: 1    ῏Ω πόλις αἱμάτων ὅλη ψευδὴς ἀδικίας πλήρης, οὐ ψηλαϕηϑήσεται ϑήρα.
Verse: 2    
ϕωνὴ μαστίγων καὶ ϕωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος
Verse: 3    
καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομϕαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήϑους τραυματιῶν καὶ βαρείας πτώσεως· καὶ οὐκ ἦν πέρας τοῖς ἔϑνεσιν αὐτῆς, καὶ ἀσϑενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν
Verse: 4    
ἀπὸ πλήϑους πορνείας. πόρνη καλὴ καὶ ἐπιχαρὴς ἡγουμένη ϕαρμάκων πωλοῦσα ἔϑνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ϕυλὰς ἐν τοῖς ϕαρμάκοις αὐτῆς,
Verse: 5    
ἰδοῦ ἐγὼ ἐπὶ σέ, λέγει κύριος ϑεὸς παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔϑνεσιν τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου
Verse: 6    
καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαϑαρσίας σου καὶ ϑήσομαί σε εἰς παράδειγμα,
Verse: 7    
καὶ ἔσται πᾶς ὁρῶν σε ἀποπηδήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευη· τίς στενάξει αὐτήν; πόϑεν ζητήσω παράκλησιν αὐτῇ;
Verse: 8    
ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, Αμων κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἀρχὴ ϑάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς,
Verse: 9    
καὶ Αἰϑιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστιν πέρας τῆς ϕυγῆς, καὶ Λίβυες ἐγένοντο βοηϑοὶ αὐτῆς.
Verse: 10    
καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαϕιοῦσιν ἐπ' ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεϑήσονται χειροπέδαις.
Verse: 11    
καὶ σὺ μεϑυσϑήσῃ καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχϑρῶν.
Verse: 12    
πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευϑῶσιν, καὶ πεσοῦνται εἰς στόμα ἔσϑοντος.
Verse: 13    
ἰδοὺ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχϑροῖς σου ἀνοιγόμεναι ἀνοιχϑήσονται πύλαι τῆς γῆς σου, καὶ καταϕάγεται πῦρ τοὺς μοχλούς σου.
Verse: 14    
ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηϑι εἰς πηλὸν καὶ συμπατήϑητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνϑον·
Verse: 15    
ἐκεῖ καταϕάγεταί σε πῦρ, ἐξολεϑρεύσει σε ῥομϕαία, καταϕάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνϑήσῃ ὡς βροῦχος.
Verse: 16    
ἐπλήϑυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησεν καὶ ἐξεπετάσϑη.
Verse: 17    
ἐξήλατο ὡς ἀττέλεβος σύμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ ϕραγμὸν ἐν ἡμέραις πάγους· ἥλιος ἀνέτειλεν, καὶ ἀϕήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς.
Verse: 18    
ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς ᾽Ασσύριος ἐκοίμισεν τοὺς δυνάστας σου· ἀπῆρεν λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ἐκδεχόμενος.
Verse: 19    
οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐϕλέγμανεν πληγή σου· πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσιν χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλϑεν κακία σου διὰ παντός; //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.