TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 746
Previous part

Chapter: 11 
Verse: 1  ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου,
στάϑμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.
Verse: 2 
οὗ ἐὰν εἰσέλϑῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία·
στόμα δὲ ταπεινῶν μελετᾷ σοϕίαν.
Verse: 3 
ἀποϑανὼν δίκαιος ἔλιπεν μετάμελον,
πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
Verse: 5 
δικαιοσύνη ἀμώμους ὀρϑοτομεῖ ὁδούς,
ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
Verse: 6 
δικαιοσύνη ἀνδρῶν ὀρϑῶν ῥύεται αὐτούς,
τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
Verse: 7 
τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,
τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
Verse: 8 
δίκαιος ἐκ ϑήρας ἐκδύνει,
ἀντ' αὐτοῦ δὲ παραδίδοται ἀσεβής.
Verse: 9 
ἐν στόματι ἀσεβῶν παγὶς πολίταις,
αἴσϑησις δὲ δικαίων εὔοδος.
Verse: 10 
ἐν ἀγαϑοῖς δικαίων κατώρϑωσεν πόλις,
Verse: 11 
στόμασιν δὲ ἀσεβῶν κατεσκάϕη.
Verse: 12 
μυκτηρίζει πολίτας ἐνδεὴς ϕρενῶν,
ἀνὴρ δὲ ϕρόνιμος ἡσυχίαν ἄγει.
Verse: 13 
ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ,
πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
Verse: 14 
οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ ϕύλλα,
σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
Verse: 15 
πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ,
μισεῖ δὲ ἦχον ἀσϕαλείας.
Verse: 16 
γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν,
ϑρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια.
πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται,
οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.
Verse: 17 
τῇ ψυχῇ αὐτοῦ ἀγαϑὸν ποιεῖ ἀνὴρ ἐλεήμων,
ἐξολλύει δὲ αὐτοῦ σῶμα ἀνελεήμων.
Verse: 18 
ἀσεβὴς ποιεῖ ἔργα ἄδικα,
σπέρμα δὲ δικαίων μισϑὸς ἀληϑείας.
Verse: 19 
υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν,
διωγμὸς δὲ ἀσεβοῦς εἰς ϑάνατον.
Verse: 20 
βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί,
προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
Verse: 21 
χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται,
δὲ σπείρων δικαιοσύνην λήμψεται μισϑὸν πιστόν.
Verse: 22 
ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός,
οὕτως γυναικὶ κακόϕρονι κάλλος.
Verse: 23 
ἐπιϑυμία δικαίων πᾶσα ἀγαϑή,
ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
Verse: 24 
εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν,
εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
Verse: 25 
ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ,
ἀνὴρ δὲ ϑυμώδης οὐκ εὐσχήμων.
Verse: 26 
συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔϑνεσιν,
εὐλογία δὲ εἰς κεϕαλὴν τοῦ μεταδιδόντος.
Verse: 27 
τεκταινόμενος ἀγαϑὰ ζητεῖ χάριν ἀγαϑήν·
ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν.
Verse: 28 
πεποιϑὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται·
δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
Verse: 29 
μὴ συμπεριϕερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,
δουλεύσει δὲ ἄϕρων ϕρονίμῳ.
Verse: 30 
ἐκ καρποῦ δικαιοσύνης ϕύεται δένδρον ζωῆς,
ἀϕαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων.
Verse: 31 
εἰ μὲν δίκαιος μόλις σῴζεται,
ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ ϕανεῖται;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.