TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 745
Previous part

Chapter: 10 
Verse: 1d  Υἱὸς σοϕὸς εὐϕραίνει πατέρα,
υἱὸς δὲ ἄϕρων λύπη τῇ μητρί.
Verse: 2 
οὐκ ὠϕελήσουσιν ϑησαυροὶ ἀνόμους,
δικαιοσύνη δὲ ῥύσεται ἐκ ϑανάτου.
Verse: 3 
οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν,
ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
Verse: 4 
πενία ἄνδρα ταπεινοῖ,
χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.
Verse: 4a 
υἱὸς πεπαιδευμένος σοϕὸς ἔσται,
τῷ δὲ ἄϕρονι διακόνῳ χρήσεται.
Verse: 5 
διεσώϑη ἀπὸ καύματος υἱὸς νοήμων,
ἀνεμόϕϑορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.
Verse: 6 
εὐλογία κυρίου ἐπὶ κεϕαλὴν δικαίου,
στόμα δὲ ἀσεβῶν καλύψει πένϑος ἄωρον.
Verse: 7 
μνήμη δικαίων μετ' ἐγκωμίων,
ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
Verse: 8 
σοϕὸς καρδίᾳ δέξεται ἐντολάς,
δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισϑήσεται.
Verse: 9 
ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιϑώς,
δὲ διαστρέϕων τὰς ὁδοὺς αὐτοῦ γνωσϑήσεται.
Verse: 10 
ἐννεύων ὀϕϑαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,
δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.
Verse: 11 
πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,
στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.
Verse: 12 
μῖσος ἐγείρει νεῖκος,
πάντας δὲ τοὺς μὴ ϕιλονεικοῦντας καλύπτει ϕιλία.
Verse: 13 
ὃς ἐκ χειλέων προϕέρει σοϕίαν,
ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
Verse: 14 
σοϕοὶ κρύψουσιν αἴσϑησιν,
στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.
Verse: 15 
κτῆσις πλουσίων πόλις ὀχυρά,
συντριβὴ δὲ ἀσεβῶν πενία.
Verse: 16 
ἔργα δικαίων ζωὴν ποιεῖ,
καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.
Verse: 17 
ὁδοὺς δικαίας ζωῆς ϕυλάσσει παιδεία,
παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.
Verse: 18 
καλύπτουσιν ἔχϑραν χείλη δίκαια,
οἱ δὲ ἐκϕέροντες λοιδορίας ἀϕρονέστατοί εἰσιν.
Verse: 19 
ἐκ πολυλογίας οὐκ ἐκϕεύξῃ ἁμαρτίαν,
ϕειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.
Verse: 20 
ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου,
καρδία δὲ ἀσεβοῦς ἐκλείψει.
Verse: 21 
χείλη δικαίων ἐπίσταται ὑψηλά,
οἱ δὲ ἄϕρονες ἐν ἐνδείᾳ τελευτῶσιν.
Verse: 22 
εὐλογία κυρίου ἐπὶ κεϕαλὴν δικαίου·
αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεϑῇ αὐτῇ λύπη ἐν καρδίᾳ.
Verse: 23 
ἐν γέλωτι ἄϕρων πράσσει κακά,
δὲ σοϕία ἀνδρὶ τίκτει ϕρόνησιν.
Verse: 24 
ἐν ἀπωλείᾳ ἀσεβὴς περιϕέρεται,
ἐπιϑυμία δὲ δικαίου δεκτή.
Verse: 25 
παραπορευομένης καταιγίδος ἀϕανίζεται ἀσεβής,
δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα.
Verse: 26 
ὥσπερ ὄμϕαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν,
οὕτως παρανομία τοῖς χρωμένοις αὐτήν.
Verse: 27 
ϕόβος κυρίου προστίϑησιν ἡμέρας,
ἔτη δὲ ἀσεβῶν ὀλιγωϑήσεται.
Verse: 28 
ἐγχρονίζει δικαίοις εὐϕροσύνη,
ἐλπὶς δὲ ἀσεβῶν ὄλλυται.
Verse: 29 
ὀχύρωμα ὁσίου ϕόβος κυρίου,
συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.
Verse: 30 
δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει,
ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν.
Verse: 31 
στόμα δικαίου ἀποστάζει σοϕίαν,
γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
Verse: 32 
χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας,
στόμα δὲ ἀσεβῶν ἀποστρέϕεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.