TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 744
Previous part

Chapter: 9 
Verse: 1  ῾Η σοϕία ᾠκοδόμησεν ἑαυτῇ οἶκον
καὶ ὑπήρεισεν στύλους ἑπτά·
Verse: 2 
ἔσϕαξεν τὰ ἑαυτῆς ϑύματα,
ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον
καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·
Verse: 3 
ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους
συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα
Verse: 4 
῞Ος ἐστιν ἄϕρων, ἐκκλινάτω πρός με·
καὶ τοῖς ἐνδεέσι ϕρενῶν εἶπεν
Verse: 5 
῎Ελϑατε ϕάγετε τῶν ἐμῶν ἄρτων
καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν·
Verse: 6 
ἀπολείπετε ἀϕροσύνην, καὶ ζήσεσϑε,
καὶ ζητήσατε ϕρόνησιν, ἵνα βιώσητε,
καὶ κατορϑώσατε ἐν γνώσει σύνεσιν.
Verse: 7 
῾Ο παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν,
ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
Verse: 8 
μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·
ἔλεγχε σοϕόν, καὶ ἀγαπήσει σε.
Verse: 9 
δίδου σοϕῷ ἀϕορμήν, καὶ σοϕώτερος ἔσται·
γνώριζε δικαίῳ, καὶ προσϑήσει τοῦ δέχεσϑαι.
Verse: 10 
ἀρχὴ σοϕίας ϕόβος κυρίου,
καὶ βουλὴ ἁγίων σύνεσις·
Verse: 10a 
τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαϑῆς·
Verse: 11 
τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,
καὶ προστεϑήσεταί σοι ἔτη ζωῆς σου.
Verse: 12 
υἱέ, ἐὰν σοϕὸς γένῃ σεαυτῷ, σοϕὸς ἔσῃ καὶ τοῖς πλησίον·
ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀναντλήσεις κακά.
Verse: 12a 
ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους,
δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα·
Verse: 12b 
ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,
τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·
Verse: 12c 
διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου
καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,
συνάγει δὲ χερσὶν ἀκαρπίαν.
Verse: 13 
Γυνὴ ἄϕρων καὶ ϑρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,
οὐκ ἐπίσταται αἰσχύνην·
Verse: 14 
ἐκάϑισεν ἐπὶ ϑύραις τοῦ ἑαυτῆς οἴκου
ἐπὶ δίϕρου ἐμϕανῶς ἐν πλατείαις
Verse: 15 
προσκαλουμένη τοὺς παριόντας
καὶ κατευϑύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
Verse: 16 
῞Ος ἐστιν ὑμῶν ἀϕρονέστατος, ἐκκλινάτω πρός με·
ἐνδεέσι δὲ ϕρονήσεως παρακελεύομαι λέγουσα
Verse: 17 
῎Αρτων κρυϕίων ἡδέως ἅψασϑε
καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
Verse: 18 
δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ' αὐτῇ ὄλλυνται,
καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ.
Verse: 18a 
ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ
μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν·
Verse: 18b 
οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον
καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον·
Verse: 18c 
ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου
καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς,
Verse: 18d 
ἵνα πολὺν ζήσῃς χρόνον,
προστεϑῇ δέ σοι ἔτη ζωῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.