TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 744
Chapter: 9
Verse: 1
῾Η
σοϕία
ᾠκοδόμησεν
ἑαυτῇ
οἶκον
καὶ
ὑπήρεισεν
στύλους
ἑπτά
·
Verse: 2
ἔσϕαξεν
τὰ
ἑαυτῆς
ϑύματα
,
ἐκέρασεν
εἰς
κρατῆρα
τὸν
ἑαυτῆς
οἶνον
καὶ
ἡτοιμάσατο
τὴν
ἑαυτῆς
τράπεζαν
·
Verse: 3
ἀπέστειλεν
τοὺς
ἑαυτῆς
δούλους
συγκαλούσα
μετὰ
ὑψηλοῦ
κηρύγματος
ἐπὶ
κρατῆρα
λέγουσα
Verse: 4
῞Ος
ἐστιν
ἄϕρων
,
ἐκκλινάτω
πρός
με
·
καὶ
τοῖς
ἐνδεέσι
ϕρενῶν
εἶπεν
Verse: 5
῎Ελϑατε
ϕάγετε
τῶν
ἐμῶν
ἄρτων
καὶ
πίετε
οἶνον
,
ὃν
ἐκέρασα
ὑμῖν
·
Verse: 6
ἀπολείπετε
ἀϕροσύνην
,
καὶ
ζήσεσϑε
,
καὶ
ζητήσατε
ϕρόνησιν
,
ἵνα
βιώσητε
,
καὶ
κατορϑώσατε
ἐν
γνώσει
σύνεσιν
.
Verse: 7
῾Ο
παιδεύων
κακοὺς
λήμψεται
ἑαυτῷ
ἀτιμίαν
,
ἐλέγχων
δὲ
τὸν
ἀσεβῆ
μωμήσεται
ἑαυτόν
.
Verse: 8
μὴ
ἔλεγχε
κακούς
,
ἵνα
μὴ
μισῶσίν
σε
·
ἔλεγχε
σοϕόν
,
καὶ
ἀγαπήσει
σε
.
Verse: 9
δίδου
σοϕῷ
ἀϕορμήν
,
καὶ
σοϕώτερος
ἔσται
·
γνώριζε
δικαίῳ
,
καὶ
προσϑήσει
τοῦ
δέχεσϑαι
.
Verse: 10
ἀρχὴ
σοϕίας
ϕόβος
κυρίου
,
καὶ
βουλὴ
ἁγίων
σύνεσις
·
Verse: 10a
τὸ
γὰρ
γνῶναι
νόμον
διανοίας
ἐστὶν
ἀγαϑῆς
·
Verse: 11
τούτῳ
γὰρ
τῷ
τρόπῳ
πολὺν
ζήσεις
χρόνον
,
καὶ
προστεϑήσεταί
σοι
ἔτη
ζωῆς
σου
.
Verse: 12
υἱέ
,
ἐὰν
σοϕὸς
γένῃ
σεαυτῷ
,
σοϕὸς
ἔσῃ
καὶ
τοῖς
πλησίον
·
ἐὰν
δὲ
κακὸς
ἀποβῇς
,
μόνος
ἀναντλήσεις
κακά
.
Verse: 12a
ὃς
ἐρείδεται
ἐπὶ
ψεύδεσιν
,
οὗτος
ποιμανεῖ
ἀνέμους
,
ὁ
δ
'
αὐτὸς
διώξεται
ὄρνεα
πετόμενα
·
Verse: 12b
ἀπέλιπεν
γὰρ
ὁδοὺς
τοῦ
ἑαυτοῦ
ἀμπελῶνος
,
τοὺς
δὲ
ἄξονας
τοῦ
ἰδίου
γεωργίου
πεπλάνηται
·
Verse: 12c
διαπορεύεται
δὲ
δι
'
ἀνύδρου
ἐρήμου
καὶ
γῆν
διατεταγμένην
ἐν
διψώδεσιν
,
συνάγει
δὲ
χερσὶν
ἀκαρπίαν
.
Verse: 13
Γυνὴ
ἄϕρων
καὶ
ϑρασεῖα
ἐνδεὴς
ψωμοῦ
γίνεται
,
ἣ
οὐκ
ἐπίσταται
αἰσχύνην
·
Verse: 14
ἐκάϑισεν
ἐπὶ
ϑύραις
τοῦ
ἑαυτῆς
οἴκου
ἐπὶ
δίϕρου
ἐμϕανῶς
ἐν
πλατείαις
Verse: 15
προσκαλουμένη
τοὺς
παριόντας
καὶ
κατευϑύνοντας
ἐν
ταῖς
ὁδοῖς
αὐτῶν
Verse: 16
῞Ος
ἐστιν
ὑμῶν
ἀϕρονέστατος
,
ἐκκλινάτω
πρός
με
·
ἐνδεέσι
δὲ
ϕρονήσεως
παρακελεύομαι
λέγουσα
Verse: 17
῎Αρτων
κρυϕίων
ἡδέως
ἅψασϑε
καὶ
ὕδατος
κλοπῆς
γλυκεροῦ
.
Verse: 18
ὁ
δὲ
οὐκ
οἶδεν
ὅτι
γηγενεῖς
παρ
'
αὐτῇ
ὄλλυνται
,
καὶ
ἐπὶ
πέτευρον
ᾅδου
συναντᾷ
.
Verse: 18a
ἀλλὰ
ἀποπήδησον
,
μὴ
ἐγχρονίσῃς
ἐν
τῷ
τόπῳ
μηδὲ
ἐπιστήσῃς
τὸ
σὸν
ὄμμα
πρὸς
αὐτήν
·
Verse: 18b
οὕτως
γὰρ
διαβήσῃ
ὕδωρ
ἀλλότριον
καὶ
ὑπερβήσῃ
ποταμὸν
ἀλλότριον
·
Verse: 18c
ἀπὸ
δὲ
ὕδατος
ἀλλοτρίου
ἀπόσχου
καὶ
ἀπὸ
πηγῆς
ἀλλοτρίας
μὴ
πίῃς
,
Verse: 18d
ἵνα
πολὺν
ζήσῃς
χρόνον
,
προστεϑῇ
δέ
σοι
ἔτη
ζωῆς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.