TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 681
Previous part

Chapter: 112 
Verse: 1  Αλληλουια.
Αἰνεῖτε, παῖδες, κύριον,
αἰνεῖτε τὸ ὄνομα κυρίου·
Verse: 2 
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
Verse: 3 
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν
αἰνεῖτε τὸ ὄνομα κυρίου.
Verse: 4 
ὑψηλὸς ἐπὶ πάντα τὰ ἔϑνη κύριος,
ἐπὶ τοὺς οὐρανοὺς δόξα αὐτοῦ.
Verse: 5 
τίς ὡς κύριος ϑεὸς ἡμῶν
ἐν ὑψηλοῖς κατοικῶν
Verse: 6 
καὶ τὰ ταπεινὰ ἐϕορῶν
ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ;
Verse: 7 
ἐγείρων ἀπὸ γῆς πτωχὸν
καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
Verse: 8 
τοῦ καϑίσαι αὐτὸν μετὰ ἀρχόντων,
μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
Verse: 9 
κατοικίζων στεῖραν ἐν οἴκῳ
μητέρα τέκνων εὐϕραινομένην. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.