TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 682
Previous part

Chapter: 113 
Verse: 1  Αλληλουια.
᾽Εν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου,
οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου
Verse: 2 
ἐγενήϑη Ιουδαία ἁγίασμα αὐτοῦ,
Ισραηλ ἐξουσία αὐτοῦ.
Verse: 3 
ϑάλασσα εἶδεν καὶ ἔϕυγεν,
Ιορδάνης ἐστράϕη εἰς τὰ ὀπίσω·
Verse: 4 
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ
καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.
Verse: 5 
τί σοί ἐστιν, ϑάλασσα, ὅτι ἔϕυγες,
καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω;
Verse: 6 
τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί,
καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;
Verse: 7 
ἀπὸ προσώπου κυρίου ἐσαλεύϑη γῆ,
ἀπὸ προσώπου τοῦ ϑεοῦ Ιακωβ
Verse: 8 
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων
καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
Verse: 9 
μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν,
ἀλλ' τῷ ὀνόματί σου δὸς δόξαν
ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληϑείᾳ σου,
Verse: 10 
μήποτε εἴπωσιν τὰ ἔϑνη
Ποῦ ἐστιν ϑεὸς αὐτῶν;
Verse: 11 
δὲ ϑεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω·
ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ
πάντα, ὅσα ἠϑέλησεν, ἐποίησεν.
Verse: 12 
τὰ εἴδωλα τῶν ἐϑνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνϑρώπων·
Verse: 13 
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν,
ὀϕϑαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
Verse: 14 
ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται,
ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσϕρανϑήσονται,
Verse: 15 
χεῖρας ἔχουσιν καὶ οὐ ψηλαϕήσουσιν,
πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν,
οὐ ϕωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
Verse: 16 
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιϑότες ἐπ' αὐτοῖς.
Verse: 17 
οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον·
βοηϑὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
Verse: 18 
οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον·
βοηϑὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
Verse: 19 
οἱ ϕοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον·
βοηϑὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
Verse: 20 
κύριος ἐμνήσϑη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς,
εὐλόγησεν τὸν οἶκον Ισραηλ,
εὐλόγησεν τὸν οἶκον Ααρων,
Verse: 21 
εὐλόγησεν τοὺς ϕοβουμένους τὸν κύριον,
τοὺς μικροὺς μετὰ τῶν μεγάλων.
Verse: 22 
προσϑείη κύριος ἐϕ' ὑμᾶς,
ἐϕ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν·
Verse: 23 
εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ
τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
Verse: 24 
οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ,
τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνϑρώπων.
Verse: 25 
οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε,
οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου,
Verse: 26 
ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.