TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 683
Previous part

Chapter: 114 
Verse: 1  Αλληλουια.
᾽Ηγάπησα, ὅτι εἰσακούσεται κύριος
τῆς ϕωνῆς τῆς δεήσεώς μου,
Verse: 2 
ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί,
καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
Verse: 3 
περιέσχον με ὠδῖνες ϑανάτου,
κίνδυνοι ᾅδου εὕροσάν με·
ϑλῖψιν καὶ ὀδύνην εὗρον.
Verse: 4 
καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην
῏Ω κύριε, ῥῦσαι τὴν ψυχήν μου.
Verse: 5 
ἐλεήμων κύριος καὶ δίκαιος,
καὶ ϑεὸς ἡμῶν ἐλεᾷ.
Verse: 6 
ϕυλάσσων τὰ νήπια κύριος·
ἐταπεινώϑην, καὶ ἔσωσέν με.
Verse: 7 
ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου,
ὅτι κύριος εὐηργέτησέν σε,
Verse: 8 
ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ ϑανάτου,
τοὺς ὀϕϑαλμούς μου ἀπὸ δακρύων
καὶ τοὺς πόδας μου ἀπὸ ὀλισϑήματος.
Verse: 9 
εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.