TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 684
Previous part

Chapter: 115 
Verse: 1  Αλληλουια.
᾽Επίστευσα, διὸ ἐλάλησα·
ἐγὼ δὲ ἐταπεινώϑην σϕόδρα.
Verse: 2 
ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου
Πᾶς ἄνϑρωπος ψεύστης.
Verse: 3 
τί ἀνταποδώσω τῷ κυρίῳ
περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι;
Verse: 4 
ποτήριον σωτηρίου λήμψομαι
καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.
Verse: 6 
τίμιος ἐναντίον κυρίου
ϑάνατος τῶν ὁσίων αὐτοῦ.
Verse: 7 
κύριε, ἐγὼ δοῦλος σός,
ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου.
διέρρηξας τοὺς δεσμούς μου,
Verse: 8 
σοὶ ϑύσω ϑυσίαν αἰνέσεως·
Verse: 9 
τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω
ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ
Verse: 10 
ἐν αὐλαῖς οἴκου κυρίου
ἐν μέσῳ σου, Ιερουσαλημ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.