TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 687
Previous part

Chapter: 118 
Verse: 1  Αλληλουια.
α' αλϕ.
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ
οἱ πορευόμενοι ἐν νόμῳ κυρίου.
Verse: 2 
μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ·
ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
Verse: 3 
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύϑησαν.
Verse: 4 
σὺ ἐνετείλω τὰς ἐντολάς σου
ϕυλάξασϑαι σϕόδρα.
Verse: 5 
ὄϕελον κατευϑυνϑείησαν αἱ ὁδοί μου
τοῦ ϕυλάξασϑαι τὰ δικαιώματά σου.
Verse: 6 
τότε οὐ μὴ ἐπαισχυνϑῶ
ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
Verse: 7 
ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐϑύτητι καρδίας
ἐν τῷ μεμαϑηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 8 
τὰ δικαιώματά σου ϕυλάξω·
μή με ἐγκαταλίπῃς ἕως σϕόδρα.
Verse: 9 
β' βηϑ.
᾽Εν τίνι κατορϑώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;
ἐν τῷ ϕυλάσσεσϑαι τοὺς λόγους σου.
Verse: 10 
ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε·
μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
Verse: 11 
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου,
ὅπως ἂν μὴ ἁμάρτω σοι.
Verse: 12 
εὐλογητὸς εἶ, κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 13 
ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα
πάντα τὰ κρίματα τοῦ στόματός σου.
Verse: 14 
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρϕϑην
ὡς ἐπὶ παντὶ πλούτῳ.
Verse: 15 
ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω
καὶ κατανοήσω τὰς ὁδούς σου.
Verse: 16 
ἐν τοῖς δικαιώμασίν σου μελετήσω,
οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
Verse: 17 
γ' γιμαλ.
᾽Ανταπόδος τῷ δούλῳ σου·
ζήσομαι καὶ ϕυλάξω τοὺς λόγους σου.
Verse: 18 
ἀποκάλυψον τοὺς ὀϕϑαλμούς μου,
καὶ κατανοήσω τὰ ϑαυμάσιά σου ἐκ τοῦ νόμου σου.
Verse: 19 
πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ·
μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
Verse: 20 
ἐπεπόϑησεν ψυχή μου τοῦ ἐπιϑυμῆσαι
τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
Verse: 21 
ἐπετίμησας ὑπερηϕάνοις·
ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
Verse: 22 
περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν,
ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
Verse: 23 
καὶ γὰρ ἐκάϑισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν,
δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου.
Verse: 24 
καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν,
καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
Verse: 25 
δ' δελϑ.
᾽Εκολλήϑη τῷ ἐδάϕει ψυχή μου
ζῆσόν με κατὰ τὸν λόγον σου.
Verse: 26 
τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου·
δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 27 
ὁδὸν δικαιωμάτων σου συνέτισόν με,
καὶ ἀδολεσχήσω ἐν τοῖς ϑαυμασίοις σου.
Verse: 28 
ἔσταξεν ψυχή μου ἀπὸ ἀκηδίας·
βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
Verse: 29 
ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ
καὶ τῷ νόμῳ σου ἐλέησόν με.
Verse: 30 
ὁδὸν ἀληϑείας ᾑρετισάμην,
τὰ κρίματά σου οὐκ ἐπελαϑόμην.
Verse: 31 
ἐκολλήϑην τοῖς μαρτυρίοις σου·
κύριε, μή με καταισχύνῃς.
Verse: 32 
ὁδὸν ἐντολῶν σου ἔδραμον,
ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
Verse: 33 
ε' η.
Νομοϑέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου,
καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
Verse: 34 
συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου
καὶ ϕυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
Verse: 35 
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου,
ὅτι αὐτὴν ἠϑέλησα.
Verse: 36 
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου
καὶ μὴ εἰς πλεονεξίαν.
Verse: 37 
ἀπόστρεψον τοὺς ὀϕϑαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα,
ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Verse: 38 
στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου
εἰς τὸν ϕόβον σου.
Verse: 39 
περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα·
τὰ γὰρ κρίματά σου χρηστά.
Verse: 40 
ἰδοὺ ἐπεϑύμησα τὰς ἐντολάς σου·
ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Verse: 41 
Q' ουαυ.
Καὶ ἔλϑοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, κύριε,
τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου.
Verse: 42 
καὶ ἀποκριϑήσομαι τοῖς ὀνειδίζουσί με λόγον,
ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
Verse: 43 
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληϑείας ἕως // σϕόδρα,
ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
Verse: 44 
καὶ ϕυλάξω τὸν νόμον σου διὰ παντός,
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 45 
καὶ ἐπορευόμην ἐν πλατυσμῷ,
ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Verse: 46 
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου
ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
Verse: 47 
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου,
αἷς ἠγάπησα σϕόδρα.
Verse: 48 
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα,
καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.
Verse: 49 
ζ' ζαι.
Μνήσϑητι τὸν λόγον σου τῷ δούλῳ σου,
ἐπήλπισάς με.
Verse: 50 
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου,
ὅτι τὸ λόγιόν σου ἔζησέν με.
Verse: 51 
ὑπερήϕανοι παρηνόμουν ἕως σϕόδρα,
ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
Verse: 52 
ἐμνήσϑην τῶν κριμάτων σου ἀπ' αἰῶνος, κύριε,
καὶ παρεκλήϑην.
Verse: 53 
ἀϑυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν
τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
Verse: 54 
ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου
ἐν τόπῳ παροικίας μου.
Verse: 55 
ἐμνήσϑην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε,
καὶ ἐϕύλαξα τὸν νόμον σου.
Verse: 56 
αὕτη ἐγενήϑη μοι,
ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Verse: 57 
η' ηϑ.
Μερίς μου κύριε,
εἶπα ϕυλάξασϑαι τὸν νόμον σου.
Verse: 58 
ἐδεήϑην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου·
ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
Verse: 59 
διελογισάμην τὰς ὁδούς σου
καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
Verse: 60 
ἡτοιμάσϑην καὶ οὐκ ἐταράχϑην
τοῦ ϕυλάξασϑαι τὰς ἐντολάς σου.
Verse: 61 
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι,
καὶ τοῦ νόμου σου οὐκ ἐπελαϑόμην.
Verse: 62 
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσϑαί σοι
ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 63 
μέτοχος ἐγώ εἰμι πάντων τῶν ϕοβουμένων σε
καὶ τῶν ϕυλασσόντων τὰς ἐντολάς σου.
Verse: 64 
τοῦ ἐλέους σου, κύριε, πλήρης γῆ·
τὰ δικαιώματά σου δίδαξόν με.
Verse: 65 
ϑ' τηϑ.
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου,
κύριε, κατὰ τὸν λόγον σου.
Verse: 66 
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με,
ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
Verse: 67 
πρὸ τοῦ με ταπεινωϑῆναι ἐγὼ ἐπλημμέλησα,
διὰ τοῦτο τὸ λόγιόν σου ἐϕύλαξα.
Verse: 68 
χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου
δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 69 
ἐπληϑύνϑη ἐπ' ἐμὲ ἀδικία ὑπερηϕάνων,
ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
Verse: 70 
ἐτυρώϑη ὡς γάλα καρδία αὐτῶν,
ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
Verse: 71 
ἀγαϑόν μοι ὅτι ἐταπείνωσάς με,
ὅπως ἂν μάϑω τὰ δικαιώματά σου.
Verse: 72 
ἀγαϑόν μοι νόμος τοῦ στόματός σου
ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Verse: 73 
ι' ιωϑ.
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με·
συνέτισόν με, καὶ μαϑήσομαι τὰς ἐντολάς σου.
Verse: 74 
οἱ ϕοβούμενοί σε ὄψονταί με καὶ εὐϕρανϑήσονται,
ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
Verse: 75 
ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου,
καὶ ἀληϑείᾳ ἐταπείνωσάς με.
Verse: 76 
γενηϑήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με
κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
Verse: 77 
ἐλϑέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι,
ὅτι νόμος σου μελέτη μού ἐστιν.
Verse: 78 
αἰσχυνϑήτωσαν ὑπερήϕανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ·
ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
Verse: 79 
ἐπιστρεψάτωσάν μοι οἱ ϕοβούμενοί σε
καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
Verse: 80 
γενηϑήτω καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου,
ὅπως ἂν μὴ αἰσχυνϑῶ.
Verse: 81 
ια' χαϕ.
᾽Εκλείπει εἰς τὸ σωτήριόν σου ψυχή μου,
καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
Verse: 82 
ἐξέλιπον οἱ ὀϕϑαλμοί μου εἰς τὸ λόγιόν σου
λέγοντες Πότε παρακαλέσεις με;
Verse: 83 
ὅτι ἐγενήϑην ὡς ἀσκὸς ἐν πάχνῃ·
τὰ δικαιώματά σου οὐκ ἐπελαϑόμην.
Verse: 84 
πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;
πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
Verse: 85 
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας,
ἀλλ' οὐχ ὡς νόμος σου, κύριε.
Verse: 86 
πᾶσαι αἱ ἐντολαί σου ἀλήϑεια·
ἀδίκως κατεδίωξάν με, βοήϑησόν μοι.
Verse: 87 
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ,
ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
Verse: 88 
κατὰ τὸ ἔλεός σου ζῆσόν με,
καὶ ϕυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
Verse: 89 
ιβ' λαβδ.
Εἰς τὸν αἰῶνα, κύριε,
λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
Verse: 90 
εἰς γενεὰν καὶ γενεὰν ἀλήϑειά σου·
ἐϑεμελίωσας τὴν γῆν, καὶ διαμένει.
Verse: 91 
τῇ διατάξει σου διαμένει ἡμέρα,
ὅτι τὰ σύμπαντα δοῦλα σά.
Verse: 92 
εἰ μὴ ὅτι νόμος σου μελέτη μού ἐστιν,
τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
Verse: 93 
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάϑωμαι τῶν δικαιωμάτων σου
ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε.
Verse: 94 
σός εἰμι ἐγώ, σῶσόν με,
ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Verse: 95 
ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με·
τὰ μαρτύριά σου συνῆκα.
Verse: 96 
πάσης συντελείας εἶδον πέρας·
πλατεῖα ἐντολή σου σϕόδρα.
Verse: 97 
ιγ' μημ.
῾Ως ἠγάπησα τὸν νόμον σου, κύριε·
ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
Verse: 98 
ὑπὲρ τοὺς ἐχϑρούς μου ἐσόϕισάς με τὴν ἐντολήν σου,
ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.
Verse: 99 
ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα,
ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
Verse: 100 
ὑπὲρ πρεσβυτέρους συνῆκα,
ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Verse: 101 
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου,
ὅπως ἂν ϕυλάξω τοὺς λόγους σου.
Verse: 102 
ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα,
ὅτι σὺ ἐνομοϑέτησάς μοι.
Verse: 103 
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,
ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.
Verse: 104 
ἀπὸ τῶν ἐντολῶν σου συνῆκα·
διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
[ὅτι σὺ ἐνομοϑέτησάς μοι.]
Verse: 105 
ιδ' νουν.
Λύχνος τοῖς ποσίν μου λόγος σου
καὶ ϕῶς ταῖς τρίβοις μου.
Verse: 106 
ὀμώμοκα καὶ ἔστησα
τοῦ ϕυλάξασϑαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 107 
ἐταπεινώϑην ἕως σϕόδρα·
κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.
Verse: 108 
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε,
καὶ τὰ κρίματά σου δίδαξόν με.
Verse: 109 
ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός,
καὶ τοῦ νόμου σου οὐκ ἐπελαϑόμην
Verse: 110 
ἔϑεντο ἁμαρτωλοὶ παγίδα μοι,
καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήϑην.
Verse: 111 
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,
ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
Verse: 112 
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου
εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.
Verse: 113 
ιε' σαμχ.
Παρανόμους ἐμίσησα
καὶ τὸν νόμον σου ἠγάπησα.
Verse: 114 
βοηϑός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ·
εἰς τὸν λόγον σου ἐπήλπισα.
Verse: 115 
ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι,
καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ ϑεοῦ μου.
Verse: 116 
ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι,
καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
Verse: 117 
βοήϑησόν μοι, καὶ σωϑήσομαι
καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.
Verse: 118 
ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων // σου,
ὅτι ἄδικον τὸ ἐνϑύμημα αὐτῶν.
Verse: 119 
παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς·
διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.
Verse: 120 
καϑήλωσον ἐκ τοῦ ϕόβου σου τὰς σάρκας μου·
ἀπὸ γὰρ τῶν κριμάτων σου ἐϕοβήϑην.
Verse: 121 
ιQ' αιν.
᾽Εποίησα κρίμα καὶ δικαιοσύνην·
μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.
Verse: 122 
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαϑόν·
μὴ συκοϕαντησάτωσάν με ὑπερήϕανοι.
Verse: 123 
οἱ ὀϕϑαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου
καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
Verse: 124 
ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου
καὶ τὰ δικαιώματά σου δίδαξόν με.
Verse: 125 
δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με,
καὶ γνώσομαι τὰ μαρτύριά σου.
Verse: 126 
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ·
διεσκέδασαν τὸν νόμον σου.
Verse: 127 
διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου
ὑπὲρ χρυσίον καὶ τοπάζιον.
Verse: 128 
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρϑούμην,
πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
Verse: 129 
ιζ' ϕη.
Θαυμαστὰ τὰ μαρτύριά σου·
διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ψυχή μου.
Verse: 130 
δήλωσις τῶν λόγων σου ϕωτιεῖ
καὶ συνετιεῖ νηπίους.
Verse: 131 
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα,
ὅτι τὰς ἐντολάς σου ἐπεπόϑουν.
Verse: 132 
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με
κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Verse: 133 
τὰ διαβήματά μου κατεύϑυνον κατὰ τὸ λόγιόν σου,
καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Verse: 134 
λύτρωσαί με ἀπὸ συκοϕαντίας ἀνϑρώπων,
καὶ ϕυλάξω τὰς ἐντολάς σου.
Verse: 135 
τὸ πρόσωπόν σου ἐπίϕανον ἐπὶ τὸν δοῦλόν σου
καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 136 
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀϕϑαλμοί μου,
ἐπεὶ οὐκ ἐϕύλαξαν τὸν νόμον σου.
Verse: 137 
ιη' σαδη.
Δίκαιος εἶ, κύριε,
καὶ εὐϑὴς κρίσις σου.
Verse: 138 
ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου
καὶ ἀλήϑειαν σϕόδρα.
Verse: 139 
ἐξέτηξέν με ζῆλος τοῦ οἴκου σου,
ὅτι ἐπελάϑοντο τῶν λόγων σου οἱ ἐχϑροί μου.
Verse: 140 
πεπυρωμένον τὸ λόγιόν σου σϕόδρα,
καὶ δοῦλός σου ἠγάπησεν αὐτό.
Verse: 141 
νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος·
τὰ δικαιώματά σου οὐκ ἐπελαϑόμην.
Verse: 142 
δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα,
καὶ νόμος σου ἀλήϑεια.
Verse: 143 
ϑλῖψις καὶ ἀνάγκη εὕροσάν με·
αἱ ἐντολαί σου μελέτη μου.
Verse: 144 
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα·
συνέτισόν με, καὶ ζήσομαι.
Verse: 145 
ιϑ' κωϕ.
᾽Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε·
τὰ δικαιώματά σου ἐκζητήσω.
Verse: 146 
ἐκέκραξά σε· σῶσόν με,
καὶ ϕυλάξω τὰ μαρτύριά σου.
Verse: 147 
προέϕϑασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα,
εἰς τοὺς λόγους σου ἐπήλπισα.
Verse: 148 
προέϕϑασαν οἱ ὀϕϑαλμοί μου πρὸς ὄρϑρον
τοῦ μελετᾶν τὰ λόγιά σου.
Verse: 149 
τῆς ϕωνῆς μου ἄκουσον, κύριε, κατὰ τὸ ἔλεός σου,
κατὰ τὸ κρίμα σου ζῆσόν με.
Verse: 150 
προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ,
ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνϑησαν.
Verse: 151 
ἐγγὺς εἶ σύ, κύριε,
καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήϑεια.
Verse: 152 
κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου,
ὅτι εἰς τὸν αἰῶνα ἐϑεμελίωσας αὐτά.
Verse: 153 
κ' ρης.
᾽Ιδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,
ὅτι τὸν νόμον σου οὐκ ἐπελαϑόμην.
Verse: 154 
κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με·
διὰ τὸν λόγον σου ζῆσόν με.
Verse: 155 
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία,
ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
Verse: 156 
οἱ οἰκτιρμοί σου πολλοί, κύριε·
κατὰ τὸ κρίμα σου ζῆσόν με.
Verse: 157 
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκϑλίβοντές με·
ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
Verse: 158 
εἶδον ἀσυνϑετοῦντας καὶ ἐξετηκόμην,
ὅτι τὰ λόγιά σου οὐκ ἐϕυλάξαντο.
Verse: 159 
ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα·
κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
Verse: 160 
ἀρχὴ τῶν λόγων σου ἀλήϑεια,
καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 161 
κα' σεν.
῎Αρχοντες κατεδίωξάν με δωρεάν,
καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν καρδία μου.
Verse: 162 
ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου
ὡς εὑρίσκων σκῦλα πολλά.
Verse: 163 
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,
τὸν δὲ νόμον σου ἠγάπησα.
Verse: 164 
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 165 
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου,
καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
Verse: 166 
προσεδόκων τὸ σωτήριόν σου, κύριε,
καὶ τὰς ἐντολάς σου ἠγάπησα.
Verse: 167 
ἐϕύλαξεν ψυχή μου τὰ μαρτύριά σου
καὶ ἠγάπησεν αὐτὰ σϕόδρα.
Verse: 168 
ἐϕύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου,
ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, κύριε.
Verse: 169 
κβ' ϑαυ.
᾽Εγγισάτω δέησίς μου ἐνώπιόν σου, κύριε·
κατὰ τὸ λόγιόν σου συνέτισόν με.
Verse: 170 
εἰσέλϑοι τὸ ἀξίωμά μου ἐνώπιόν σου·
κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
Verse: 171 
ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον,
ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
Verse: 172 
ϕϑέγξαιτο γλῶσσά μου τὸ λόγιόν σου,
ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Verse: 173 
γενέσϑω χείρ σου τοῦ σῶσαί με,
ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
Verse: 174 
ἐπεπόϑησα τὸ σωτήριόν σου, κύριε,
καὶ νόμος σου μελέτη μού ἐστιν.
Verse: 175 
ζήσεται ψυχή μου καὶ αἰνέσει σε,
καὶ τὰ κρίματά σου βοηϑήσει μοι.
Verse: 176 
ἐπλανήϑην ὡς πρόβατον ἀπολωλός·
ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαϑόμην. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.