TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 707
Previous part

Chapter: 138 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
Verse: 2 
σὺ ἔγνως τὴν καϑέδραν μου καὶ τὴν ἔγερσίν μου,
σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόϑεν·
Verse: 3 
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας
καὶ πάσας τὰς ὁδούς μου προεῖδες.
Verse: 4 
ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,
Verse: 5 
ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·
σὺ ἔπλασάς με καὶ ἔϑηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου.
Verse: 6 
ἐϑαυμαστώϑη γνῶσίς σου ἐξ ἐμοῦ·
ἐκραταιώϑη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
Verse: 7 
ποῦ πορευϑῶ ἀπὸ τοῦ πνεύματός σου
καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ ϕύγω;
Verse: 8 
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ·
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
Verse: 9 
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρϑρον
καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς ϑαλάσσης,
Verse: 10 
καὶ γὰρ ἐκεῖ χείρ σου ὁδηγήσει με,
καὶ καϑέξει με δεξιά σου.
Verse: 11 
καὶ εἶπα ῎Αρα σκότος καταπατήσει με,
καὶ νὺξ ϕωτισμὸς ἐν τῇ τρυϕῇ μου·
Verse: 12 
ὅτι σκότος οὐ σκοτισϑήσεται ἀπὸ σοῦ,
καὶ νὺξ ὡς ἡμέρα ϕωτισϑήσεται·
ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ ϕῶς αὐτῆς.
Verse: 13 
ὅτι σὺ ἐκτήσω τοὺς νεϕρούς μου, κύριε,
ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
Verse: 14 
ἐξομολογήσομαί σοι, ὅτι ϕοβερῶς ἐϑαυμαστώϑην·
ϑαυμάσια τὰ ἔργα σου, καὶ ψυχή μου γινώσκει σϕόδρα.
Verse: 15 
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ἐποίησας ἐν κρυϕῇ.
καὶ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
Verse: 16 
τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀϕϑαλμοί σου,
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραϕήσονται·
ἡμέρας πλασϑήσονται, καὶ οὐϑεὶς ἐν αὐτοῖς.
Verse: 17 
ἐμοὶ δὲ λίαν ἐτιμήϑησαν οἱ ϕίλοι σου, ϑεός,
λίαν ἐκραταιώϑησαν αἱ ἀρχαὶ αὐτῶν·
Verse: 18 
ἐξαριϑμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληϑυνϑήσονται·
ἐξηγέρϑην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
Verse: 19 
ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ϑεός,
ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ.
Verse: 20 
ὅτι ἐρεῖς εἰς διαλογισμόν·
λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
Verse: 21 
οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα
καὶ ἐπὶ τοῖς ἐχϑροῖς σου ἐξετηκόμην;
Verse: 22 
τέλειον μῖσος ἐμίσουν αὐτούς,
εἰς ἐχϑροὺς ἐγένοντό μοι.
Verse: 23 
δοκίμασόν με, ϑεός, καὶ γνῶϑι τὴν καρδίαν μου,
ἔτασόν με καὶ γνῶϑι τὰς τρίβους μου
Verse: 24 
καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί,
καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.