TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 583
Previous part

Chapter: 14 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου
καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;
Verse: 2 
πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,
λαλῶν ἀλήϑειαν ἐν καρδίᾳ αὐτοῦ,
Verse: 3 
ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ
οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν
καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·
Verse: 4 
ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος,
τοὺς δὲ ϕοβουμένους κύριον δοξάζει·
ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀϑετῶν·
Verse: 5 
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ
καὶ δῶρα ἐπ' ἀϑῴοις οὐκ ἔλαβεν.
ποιῶν ταῦτα οὐ σαλευϑήσεται εἰς τὸν αἰῶνα. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.