TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 709
Previous part

Chapter: 140 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου·
πρόσχες τῇ ϕωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Verse: 2 
κατευϑυνϑήτω προσευχή μου ὡς ϑυμίαμα ἐνώπιόν σου,
ἔπαρσις τῶν χειρῶν μου ϑυσία ἑσπερινή.
Verse: 3 
ϑοῦ, κύριε, ϕυλακὴν τῷ στόματί μου
καὶ ϑύραν περιοχῆς περὶ τὰ χείλη μου.
Verse: 4 
μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας
τοῦ προϕασίζεσϑαι προϕάσεις ἐν ἁμαρτίαις
σὺν ἀνϑρώποις ἐργαζομένοις ἀνομίαν,
καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με,
ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεϕαλήν μου,
ὅτι ἔτι καὶ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.
Verse: 5 
κατεπόϑησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν·
ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνϑησαν.
Verse: 6 
ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς,
διεσκορπίσϑη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
Verse: 7 
ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀϕϑαλμοί μου·
ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Verse: 8 
ϕύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι,
καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Verse: 9 
πεσοῦνται ἐν ἀμϕιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί·
κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλϑω. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.