TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 710
Previous part

Chapter: 141 
Verse: 1  Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ
σπηλαίῳ· προσευχή.
Verse: 2 
Φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
ϕωνῇ μου πρὸς κύριον ἐδεήϑην.
Verse: 3 
ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου,
τὴν ϑλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Verse: 4 
ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου
καὶ σὺ ἔγνως τὰς τρίβους μου·
ἐν ὁδῷ ταύτῃ, ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Verse: 5 
κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον,
ὅτι οὐκ ἦν ἐπιγινώσκων με·
ἀπώλετο ϕυγὴ ἀπ' ἐμοῦ,
καὶ οὐκ ἔστιν ἐκζητῶν τὴν ψυχήν μου.
Verse: 6 
ἐκέκραξα πρὸς σέ, κύριε,
εἶπα Σὺ εἶ ἐλπίς μου,
μερίς μου ἐν γῇ ζώντων.
Verse: 7 
πρόσχες πρὸς τὴν δέησίν μου,
ὅτι ἐταπεινώϑην σϕόδρα·
ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,
ὅτι ἐκραταιώϑησαν ὑπὲρ ἐμέ.
Verse: 8 
ἐξάγαγε ἐκ ϕυλακῆς τὴν ψυχήν μου
τοῦ ἐξομολογήσασϑαι τῷ ὀνόματί σου, κύριε·
ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.