TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 711
Previous part

Chapter: 142 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ, ὅτε αὐτὸν υἱὸς καταδιώκει.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληϑείᾳ σου,
ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
Verse: 2 
καὶ μὴ εἰσέλϑῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
ὅτι οὐ δικαιωϑήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Verse: 3 
ὅτι κατεδίωξεν ἐχϑρὸς τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου,
ἐκάϑισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
Verse: 4 
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχϑη καρδία μου.
Verse: 5 
ἐμνήσϑην ἡμερῶν ἀρχαίων
καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.
Verse: 6 
διεπέτασα τὰς χεῖράς μου πρὸς σέ,
ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
διάψαλμα.
Verse: 7 
ταχὺ εἰσάκουσόν μου, κύριε,
ἐξέλιπεν τὸ πνεῦμά μου·
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ,
καὶ ὁμοιωϑήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Verse: 8 
ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου,
ὅτι ἐπὶ σοὶ ἤλπισα·
γνώρισόν μοι, κύριε, ὁδὸν ἐν πορεύσομαι,
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
Verse: 9 
ἐξελοῦ με ἐκ τῶν ἐχϑρῶν μου, κύριε,
ὅτι πρὸς σὲ κατέϕυγον.
Verse: 10 
δίδαξόν με τοῦ ποιεῖν τὸ ϑέλημά σου, ὅτι σὺ εἶ ϑεός μου·
τὸ πνεῦμά σου τὸ ἀγαϑὸν ὁδηγήσει με ἐν γῇ εὐϑείᾳ.
Verse: 11 
ἕνεκα τοῦ ὀνόματός σου, κύριε, ζήσεις με,
ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ ϑλίψεως τὴν ψυχήν μου·
Verse: 12 
καὶ ἐν τῷ ἐλέει σου ἐξολεϑρεύσεις τοὺς ἐχϑρούς μου
καὶ ἀπολεῖς πάντας τοὺς ϑλίβοντας τὴν ψυχήν μου·
ὅτι δοῦλός σού εἰμι ἐγώ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.