TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 712
Previous part

Chapter: 143 
Verse: 1  Τῷ Δαυιδ, πρὸς τὸν Γολιαδ.
Εὐλογητὸς κύριος ϑεός μου
διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν,
τοὺς δακτύλους μου εἰς πόλεμον·
Verse: 2 
ἔλεός μου καὶ καταϕυγή μου,
ἀντιλήμπτωρ μου καὶ ῥύστης μου,
ὑπερασπιστής μου, καὶ ἐπ' αὐτῷ ἤλπισα,
ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ.
Verse: 3 
κύριε, τί ἐστιν ἄνϑρωπος, ὅτι ἐγνώσϑης αὐτῷ,
υἱὸς ἀνϑρώπου, ὅτι λογίζῃ αὐτόν;
Verse: 4 
ἄνϑρωπος ματαιότητι ὡμοιώϑη,
αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.
Verse: 5 
κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηϑι,
ἅψαι τῶν ὀρέων, καὶ καπνισϑήσονται·
Verse: 6 
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς,
ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.
Verse: 7 
ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους,
ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν,
ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
Verse: 8 
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα,
καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
Verse: 9 
ϑεός, ᾠδὴν καινὴν ᾄσομαί σοι,
ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
Verse: 10 
τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν,
τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομϕαίας πονηρᾶς.
Verse: 11 
ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα
καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
Verse: 12 
ὧν οἱ υἱοὶ ὡς νεόϕυτα
ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν,
αἱ ϑυγατέρες αὐτῶν κεκαλλωπισμέναι
περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ,
Verse: 13 
τὰ ταμίεια αὐτῶν πλήρη
ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο,
τὰ πρόβατα αὐτῶν πολυτόκα
πληϑύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν,
Verse: 14 
οἱ βόες αὐτῶν παχεῖς,
οὐκ ἔστιν κατάπτωμα ϕραγμοῦ οὐδὲ διέξοδος
οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν,
Verse: 15 
ἐμακάρισαν τὸν λαόν, ταῦτά ἐστιν·
μακάριος λαός, οὗ κύριος ϑεὸς αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.