TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 719
Previous part

Chapter: 150 
Verse: 1  Αλληλουια.
Αἰνεῖτε τὸν ϑεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ,
αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ·
Verse: 2 
αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ,
αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆϑος τῆς μεγαλωσύνης αὐτοῦ.
Verse: 3 
αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος,
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιϑάρᾳ·
Verse: 4 
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ,
αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ·
Verse: 5 
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις,
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
Verse: 6 
πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.
αλληλουια. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.