TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 720
Previous part

Chapter: 151 
Verse: 1  Οὗτος ψαλμὸς ἰδιόγραϕος εἰς Δαυιδ
καὶ ἔξωϑεν τοῦ ἀριϑμοῦ· ὅτε ἐμονομάχησεν
τῷ Γολιαδ.
Μικρὸς ἤμην ἐν τοῖς ἀδελϕοῖς μου
καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου·
ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
Verse: 2 
αἱ χεῖρές μου ἐποίησαν ὄργανον,
οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
Verse: 3 
καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου;
αὐτὸς κύριος, αὐτὸς εἰσακούει.
Verse: 4 
αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ
καὶ ἦρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου
καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.
Verse: 5 
οἱ ἀδελϕοί μου καλοὶ καὶ μεγάλοι,
καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς κύριος.
Verse: 6 
ἐξῆλϑον εἰς συνάντησιν τῷ ἀλλοϕύλῳ,
καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·
Verse: 7 
ἐγὼ δὲ σπασάμενος τὴν παρ' αὐτοῦ μάχαιραν
ἀπεκεϕάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν Ισραηλ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.