TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 721
Previous part

Book: Od. 
ΩΔΑΙ




Chapter: 1_(Ex._15) 
Verse: 0 
᾽Ωιδὴ Μωυσέως ἐν τῇ ᾽Εξόδῳ.
Verse: 1 
῎Αισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται·
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς ϑάλασσαν.
Verse: 2 
βοηϑὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·
οὗτός μου ϑεός, καὶ δοξάσω αὐτόν,
ϑεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
Verse: 3 
κύριος συντρίβων πολέμους,
κύριος ὄνομα αὐτῷ.
Verse: 4 
ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς ϑάλασσαν,
ἐπιλέκτους ἀναβάτας τριστάτας
κατεπόντισεν ἐν ἐρυϑρᾷ ϑαλάσσῃ,
Verse: 5 
πόντῳ ἐκάλυψεν αὐτούς,
κατέδυσαν εἰς βυϑὸν ὡσεὶ λίϑος.
Verse: 6 
δεξιά σου, κύριε, δεδόξασται ἐν ἰσχύι·
δεξιά σου χείρ, κύριε, ἔϑραυσεν ἐχϑρούς.
Verse: 7 
καὶ τῷ πλήϑει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους·
ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέϕαγεν αὐτοὺς ὡς καλάμην.
Verse: 8 
καὶ διὰ πνεύματος τοῦ ϑυμοῦ σου διέστη τὸ ὕδωρ·
ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα,
ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς ϑαλάσσης.
Verse: 9 
εἶπεν ἐχϑρός Διώξας καταλήμψομαι,
μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου,
ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει χείρ μου.
Verse: 10 
ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς ϑάλασσα·
ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σϕοδρῷ.
Verse: 11 
τίς ὅμοιός σοι ἐν ϑεοῖς, κύριε;
τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις,
ϑαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα;
Verse: 12 
ἐξέτεινας τὴν δεξιάν σου,
καὶ κατέπιεν αὐτοὺς γῆ.
Verse: 13 
ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω,
παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.
Verse: 14 
ἤκουσαν ἔϑνη καὶ ὠργίσϑησαν·
ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιιμ.
Verse: 15 
τότε ἔσπευσαν ἡγεμόνες Εδωμ,
καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος,
ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν.
Verse: 16 
ἐπιπέσοι ἐπ' αὐτοὺς ϕόβος καὶ τρόμος,
μεγέϑει βραχίονός σου ἀπολιϑωϑήτωσαν,
ἕως ἂν παρέλϑῃ λαός σου, κύριε,
ἕως ἂν παρέλϑῃ λαός σου οὗτος, ὃν ἐκτήσω.
Verse: 17 
εἰσαγαγὼν καταϕύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου,
εἰς ἕτοιμον κατοικητήριόν σου, κατειργάσω, κύριε,
ἁγίασμα, κύριε, ἡτοίμασαν αἱ χεῖρές σου.
Verse: 18 
κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι.
Verse: 19 
ὅτι εἰσῆλϑεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς // ϑάλασσαν,
καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τῆς ϑαλάσσης·
οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύϑησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς ϑαλάσσης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.