TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 574
Previous part

Chapter: 5 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης·
ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Τὰ ῥήματά μου ἐνώτισαι, κύριε,
σύνες τῆς κραυγῆς μου·
Verse: 3 
πρόσχες τῇ ϕωνῇ τῆς δεήσεώς μου,
βασιλεύς μου καὶ ϑεός μου.
ὅτι πρὸς σὲ προσεύξομαι, κύριε·
Verse: 4 
τὸ πρωὶ εἰσακούσῃ τῆς ϕωνῆς μου,
τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι.
Verse: 5 
ὅτι οὐχὶ ϑεὸς ϑέλων ἀνομίαν σὺ εἶ,
οὐδὲ παροικήσει σοι πονηρευόμενος·
Verse: 6 
οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀϕϑαλμῶν σου,
ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Verse: 7 
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος·
ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος.
Verse: 8 
ἐγὼ δὲ ἐν τῷ πλήϑει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν // οἶκόν σου,
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν ϕόβῳ σου.
Verse: 9 
κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχϑρῶν // μου,
κατεύϑυνον ἐνώπιόν μου τὴν ὁδόν σου.
Verse: 10 
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήϑεια,
καρδία αὐτῶν ματαία·
τάϕος ἀνεῳγμένος λάρυγξ αὐτῶν,
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
Verse: 11 
κρῖνον αὐτούς, ϑεός·
ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν·
κατὰ τὸ πλῆϑος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς,
ὅτι παρεπίκρανάν σε, κύριε.
Verse: 12 
καὶ εὐϕρανϑήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ·
εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς,
καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.
Verse: 13 
ὅτι σὺ εὐλογήσεις δίκαιον·
κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεϕάνωσας ἡμᾶς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.