TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 573
Previous part

Chapter: 4 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυιδ.
Verse: 2 
᾽Εν τῷ ἐπικαλεῖσϑαί με εἰσήκουσέν μου ϑεὸς τῆς δικαιοσύνης // μου·
ἐν ϑλίψει ἐπλάτυνάς μοι·
οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
Verse: 3 
υἱοὶ ἀνϑρώπων, ἕως πότε βαρυκάρδιοι;
ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος;
διάψαλμα.
Verse: 4 
καὶ γνῶτε ὅτι ἐϑαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ·
κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Verse: 5 
ὀργίζεσϑε καὶ μὴ ἁμαρτάνετε·
λέγετε ἐν ταῖς καρδίαις ὑμῶν
καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.
διάψαλμα.
Verse: 6 
ϑύσατε ϑυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον.
Verse: 7 
πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαϑά;
ἐσημειώϑη ἐϕ' ἡμᾶς τὸ ϕῶς τοῦ προσώπου σου, κύριε.
Verse: 8 
ἔδωκας εὐϕροσύνην εἰς τὴν καρδίαν μου·
ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληϑύνϑησαν.
Verse: 9 
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηϑήσομαι καὶ ὑπνώσω,
ὅτι σύ, κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.