TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 572
Previous part

Chapter: 3 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ
προσώπου Αβεσσαλωμ τοῦ υἱοῦ αὐτοῦ.
Verse: 2 
Κύριε, τί ἐπληϑύνϑησαν οἱ ϑλίβοντές με;
πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ·
Verse: 3 
πολλοὶ λέγουσιν τῇ ψυχῇ μου
Οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ ϑεῷ αὐτοῦ.
διάψαλμα.
Verse: 4 
σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ,
δόξα μου καὶ ὑψῶν τὴν κεϕαλήν μου.
Verse: 5 
ϕωνῇ μου πρὸς κύριον ἐκέκραξα,
καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
διάψαλμα.
Verse: 6 
ἐγὼ ἐκοιμήϑην καὶ ὕπνωσα·
ἐξηγέρϑην, ὅτι κύριος ἀντιλήμψεταί μου.
Verse: 7 
οὐ ϕοβηϑήσομαι ἀπὸ μυριάδων λαοῦ
τῶν κύκλῳ συνεπιτιϑεμένων μοι.
Verse: 8 
ἀνάστα, κύριε, σῶσόν με, ϑεός μου,
ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχϑραίνοντάς μοι ματαίως,
ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Verse: 9 
τοῦ κυρίου σωτηρία,
καὶ ἐπὶ τὸν λαόν σου εὐλογία σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.