TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 627
Previous part

Chapter: 58 
Verse: 1  Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· τῷ Δαυιδ εἰς στηλογραϕίαν,
ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐϕύλαξεν
τὸν οἶκον αὐτοῦ τοῦ ϑανατῶσαι αὐτόν.
Verse: 2 
᾽Εξελοῦ με ἐκ τῶν ἐχϑρῶν μου, ϑεός,
καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ' ἐμὲ λύτρωσαί με·
Verse: 3 
ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν
καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
Verse: 4 
ὅτι ἰδοὺ ἐϑήρευσαν τὴν ψυχήν μου,
ἐπέϑεντο ἐπ' ἐμὲ κραταιοί.
οὔτε ἀνομία μου οὔτε ἁμαρτία μου, κύριε·
Verse: 5 
ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύϑυναν·
ἐξεγέρϑητι εἰς συνάντησίν μου καὶ ἰδέ.
Verse: 6 
καὶ σύ, κύριε ϑεὸς τῶν δυνάμεων ϑεὸς Ισραηλ,
πρόσχες τοῦ ἐπισκέψασϑαι πάντα τὰ ἔϑνη,
μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
διάψαλμα.
Verse: 7 
ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν // πόλιν.
Verse: 8 
ἰδοὺ ἀποϕϑέγξονται ἐν τῷ στόματι αὐτῶν,
καὶ ῥομϕαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;
Verse: 9 
καὶ σύ, κύριε, ἐκγελάσῃ αὐτούς,
ἐξουδενώσεις πάντα τὰ ἔϑνη.
Verse: 10 
τὸ κράτος μου, πρὸς σὲ ϕυλάξω,
ὅτι ϑεὸς ἀντιλήμπτωρ μου εἶ.
Verse: 11 
ϑεός μου, τὸ ἔλεος αὐτοῦ προϕϑάσει με·
ϑεὸς δείξει μοι ἐν τοῖς ἐχϑροῖς μου.
Verse: 12 
μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάϑωνται τοῦ λαοῦ μου·
διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου
καὶ κατάγαγε αὐτούς, ὑπερασπιστής μου κύριε.
Verse: 13 
ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν,
καὶ συλλημϕϑήτωσαν ἐν τῇ ὑπερηϕανίᾳ αὐτῶν·
καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι
Verse: 14 
ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν·
καὶ γνώσονται ὅτι ϑεὸς δεσπόζει τοῦ Ιακωβ, τῶν περάτων // τῆς γῆς.
διάψαλμα.
Verse: 15 
ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν // πόλιν.
Verse: 16 
αὐτοὶ διασκορπισϑήσονται τοῦ ϕαγεῖν·
ἐὰν δὲ μὴ χορτασϑῶσιν, καὶ γογγύσουσιν.
Verse: 17 
ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου
καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου,
ὅτι ἐγενήϑης ἀντιλήμπτωρ μου
καὶ καταϕυγὴ ἐν ἡμέρᾳ ϑλίψεώς μου.
Verse: 18 
βοηϑός μου, σοὶ ψαλῶ,
ὅτι, ϑεός, ἀντιλήμπτωρ μου εἶ,
ϑεός μου, τὸ ἔλεός μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.