TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 632
Previous part

Chapter: 63 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Εἰσάκουσον, ϑεός, τῆς ϕωνῆς μου ἐν τῷ δέεσϑαί με,
ἀπὸ ϕόβου ἐχϑροῦ ἐξελοῦ τὴν ψυχήν μου.
Verse: 3 
ἐσκέπασάς με ἀπὸ συστροϕῆς πονηρευομένων,
ἀπὸ πλήϑους ἐργαζομένων τὴν ἀνομίαν,
Verse: 4 
οἵτινες ἠκόνησαν ὡς ῥομϕαίαν τὰς γλώσσας αὐτῶν,
ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν
Verse: 5 
τοῦ κατατοξεῦσαι ἐν ἀποκρύϕοις ἄμωμον,
ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ ϕοβηϑήσονται.
Verse: 6 
ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν,
διηγήσαντο τοῦ κρύψαι παγίδας·
εἶπαν Τίς ὄψεται αὐτούς;
Verse: 7 
ἐξηρεύνησαν ἀνομίας,
ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει.
προσελεύσεται ἄνϑρωπος, καὶ καρδία βαϑεῖα,
Verse: 8 
καὶ ὑψωϑήσεται ϑεός.
βέλος νηπίων ἐγενήϑησαν αἱ πληγαὶ αὐτῶν,
Verse: 9 
καὶ ἐξησϑένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.
ἐταράχϑησαν πάντες οἱ ϑεωροῦντες αὐτούς,
Verse: 10 
καὶ ἐϕοβήϑη πᾶς ἄνϑρωπος.
καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ ϑεοῦ
καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν.
Verse: 11 
εὐϕρανϑήσεται δίκαιος ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ' αὐτόν,
καὶ ἐπαινεσϑήσονται πάντες οἱ εὐϑεῖς τῇ καρδίᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.