TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 634
Previous part

Chapter: 65 
Verse: 1  Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· [ἀναστάσεως.]
᾽Αλαλάξατε τῷ ϑεῷ, πᾶσα γῆ,
Verse: 2 
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ,
δότε δόξαν αἰνέσει αὐτοῦ.
Verse: 3 
εἴπατε τῷ ϑεῷ ῾Ως ϕοβερὰ τὰ ἔργα σου·
ἐν τῷ πλήϑει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχϑροί σου·
Verse: 4 
πᾶσα γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
ψαλάτωσαν τῷ ὀνόματί σου.
διάψαλμα.
Verse: 5 
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ ϑεοῦ·
ϕοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνϑρώπων,
Verse: 6 
μεταστρέϕων τὴν ϑάλασσαν εἰς ξηράν,
ἐν ποταμῷ διελεύσονται ποδί.
ἐκεῖ εὐϕρανϑησόμεϑα ἐπ' αὐτῷ,
Verse: 7 
τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος·
οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔϑνη ἐπιβλέπουσιν,
οἱ παραπικραίνοντες μὴ ὑψούσϑωσαν ἐν ἑαυτοῖς.
διάψαλμα.
Verse: 8 
εὐλογεῖτε, ἔϑνη, τὸν ϑεὸν ἡμῶν
καὶ ἀκουτίσασϑε τὴν ϕωνὴν τῆς αἰνέσεως αὐτοῦ,
Verse: 9 
τοῦ ϑεμένου τὴν ψυχήν μου εἰς ζωὴν
καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
Verse: 10 
ὅτι ἐδοκίμασας ἡμᾶς, ϑεός,
ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·
Verse: 11 
εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,
ἔϑου ϑλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
Verse: 12 
ἐπεβίβασας ἀνϑρώπους ἐπὶ τὰς κεϕαλὰς ἡμῶν,
διήλϑομεν διὰ πυρὸς καὶ ὕδατος,
καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Verse: 13 
εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν,
ἀποδώσω σοι τὰς εὐχάς μου,
Verse: 14 
ἃς διέστειλεν τὰ χείλη μου
καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ ϑλίψει μου·
Verse: 15 
ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι
μετὰ ϑυμιάματος καὶ κριῶν,
ποιήσω σοι βόας μετὰ χιμάρων.
διάψαλμα.
Verse: 16 
δεῦτε ἀκούσατε καὶ διηγήσομαι,
πάντες οἱ ϕοβούμενοι τὸν ϑεόν,
ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
Verse: 17 
πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα
καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
Verse: 18 
᾽Αδικίαν εἰ ἐϑεώρουν ἐν καρδίᾳ μου,
μὴ εἰσακουσάτω κύριος.
Verse: 19 
διὰ τοῦτο εἰσήκουσέν μου ϑεός,
προσέσχεν τῇ ϕωνῇ τῆς δεήσεώς μου.
Verse: 20 
εὐλογητὸς ϑεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου
καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.