TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 635
Previous part

Chapter: 66 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.
Verse: 2 
῾Ο θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς,
ἐπιϕάναι τὸ πρόσωπον αὐτοῦ ἐϕ' ἡμᾶς
διάψαλμα
Verse: 3 
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου.
Verse: 4 
ἐξομολογησάσθωσάν σοι λαοί, θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Verse: 5 
εὐϕρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,
ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι
καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις.
διάψαλμα.
Verse: 6 
ἐξομολογησάσθωσάν σοι λαοί, θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Verse: 7 
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς θεὸς θεὸς ἡμῶν.
Verse: 8 
εὐλογήσαι ἡμᾶς θεός,
καὶ ϕοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.