TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 634
Previous part

Chapter: 65 
Verse: 1  Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· [ἀναστάσεως.]
᾽Αλαλάξατε τῷ θεῷ, πᾶσα γῆ,
Verse: 2 
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ,
δότε δόξαν αἰνέσει αὐτοῦ.
Verse: 3 
εἴπατε τῷ θεῷ ῾Ως ϕοβερὰ τὰ ἔργα σου·
ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου·
Verse: 4 
πᾶσα γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι,
ψαλάτωσαν τῷ ὀνόματί σου.
διάψαλμα.
Verse: 5 
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ·
ϕοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
Verse: 6 
μεταστρέϕων τὴν θάλασσαν εἰς ξηράν,
ἐν ποταμῷ διελεύσονται ποδί.
ἐκεῖ εὐϕρανθησόμεθα ἐπ' αὐτῷ,
Verse: 7 
τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος·
οἱ ὀϕθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν,
οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.
διάψαλμα.
Verse: 8 
εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν
καὶ ἀκουτίσασθε τὴν ϕωνὴν τῆς αἰνέσεως αὐτοῦ,
Verse: 9 
τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν
καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
Verse: 10 
ὅτι ἐδοκίμασας ἡμᾶς, θεός,
ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·
Verse: 11 
εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,
ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
Verse: 12 
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεϕαλὰς ἡμῶν,
διήλθομεν διὰ πυρὸς καὶ ὕδατος,
καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Verse: 13 
εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν,
ἀποδώσω σοι τὰς εὐχάς μου,
Verse: 14 
ἃς διέστειλεν τὰ χείλη μου
καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου·
Verse: 15 
ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι
μετὰ θυμιάματος καὶ κριῶν,
ποιήσω σοι βόας μετὰ χιμάρων.
διάψαλμα.
Verse: 16 
δεῦτε ἀκούσατε καὶ διηγήσομαι,
πάντες οἱ ϕοβούμενοι τὸν θεόν,
ὅσα ἐποίησεν τῇ ψυχῇ μου.
Verse: 17 
πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα
καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου
Verse: 18 
᾽Αδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου,
μὴ εἰσακουσάτω κύριος.
Verse: 19 
διὰ τοῦτο εἰσήκουσέν μου θεός,
προσέσχεν τῇ ϕωνῇ τῆς δεήσεώς μου.
Verse: 20 
εὐλογητὸς θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου
καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.