TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 635
Previous part

Chapter: 66 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς ᾠδῆς.
Verse: 2 
῾Ο ϑεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς,
ἐπιϕάναι τὸ πρόσωπον αὐτοῦ ἐϕ' ἡμᾶς
διάψαλμα
Verse: 3 
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
ἐν πᾶσιν ἔϑνεσιν τὸ σωτήριόν σου.
Verse: 4 
ἐξομολογησάσϑωσάν σοι λαοί, ϑεός,
ἐξομολογησάσϑωσάν σοι λαοὶ πάντες.
Verse: 5 
εὐϕρανϑήτωσαν καὶ ἀγαλλιάσϑωσαν ἔϑνη,
ὅτι κρινεῖς λαοὺς ἐν εὐϑύτητι
καὶ ἔϑνη ἐν τῇ γῇ ὁδηγήσεις.
διάψαλμα.
Verse: 6 
ἐξομολογησάσϑωσάν σοι λαοί, ϑεός,
ἐξομολογησάσϑωσάν σοι λαοὶ πάντες.
Verse: 7 
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς ϑεὸς ϑεὸς ἡμῶν.
Verse: 8 
εὐλογήσαι ἡμᾶς ϑεός,
καὶ ϕοβηϑήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.