TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 636
Previous part

Chapter: 67 
Verse: 1  Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμὸς ᾠδῆς.
Verse: 2 
᾽Αναστήτω ϑεός, καὶ διασκορπισϑήτωσαν οἱ ἐχϑροὶ αὐτοῦ,
καὶ ϕυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ.
Verse: 3 
ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν·
ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός,
οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ ϑεοῦ.
Verse: 4 
καὶ οἱ δίκαιοι εὐϕρανϑήτωσαν,
ἀγαλλιάσϑωσαν ἐνώπιον τοῦ ϑεοῦ,
τερϕϑήτωσαν ἐν εὐϕροσύνῃ.
Verse: 5 
ᾄσατε τῷ ϑεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ·
ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα // αὐτῷ,
καὶ ἀγαλλιᾶσϑε ἐνώπιον αὐτοῦ.
ταραχϑήσονται ἀπὸ προσώπου αὐτοῦ,
Verse: 6 
τοῦ πατρὸς τῶν ὀρϕανῶν καὶ κριτοῦ τῶν χηρῶν·
ϑεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
Verse: 7 
ϑεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ
ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ,
ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν // τάϕοις.
Verse: 8 
ϑεός, ἐν τῷ ἐκπορεύεσϑαί σε ἐνώπιον τοῦ λαοῦ σου,
ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ
διάψαλμα
Verse: 9 
γῆ ἐσείσϑη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν,
ἀπὸ προσώπου τοῦ ϑεοῦ τοῦτο Σινα,
ἀπὸ προσώπου τοῦ ϑεοῦ Ισραηλ.
Verse: 10 
βροχὴν ἑκούσιον ἀϕοριεῖς, ϑεός, τῇ κληρονομίᾳ σου,
καὶ ἠσϑένησεν, σὺ δὲ κατηρτίσω αὐτήν.
Verse: 11 
τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ·
ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ϑεός.
Verse: 12 
κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,
Verse: 13 
βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ,
καὶ ὡραιότητι τοῦ οἴκου διελέσϑαι σκῦλα.
Verse: 14 
ἐὰν κοιμηϑῆτε ἀνὰ μέσον τῶν κλήρων,
πτέρυγες περιστερᾶς περιηργυρωμέναι,
καὶ τὰ μετάϕρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.
διάψαλμα.
Verse: 15 
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς
χιονωϑήσονται ἐν Σελμων.
Verse: 16 
ὄρος τοῦ ϑεοῦ ὄρος πῖον,
ὄρος τετυρωμένον, ὄρος πῖον.
Verse: 17 
ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα,
τὸ ὄρος, εὐδόκησεν ϑεὸς κατοικεῖν ἐν αὐτῷ;
καὶ γὰρ κύριος κατασκηνώσει εἰς τέλος.
Verse: 18 
τὸ ἅρμα τοῦ ϑεοῦ μυριοπλάσιον,
χιλιάδες εὐϑηνούντων·
κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ.
Verse: 19 
ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν,
ἔλαβες δόματα ἐν ἀνϑρώπῳ,
καὶ γὰρ ἀπειϑοῦντες τοῦ κατασκηνῶσαι.
κύριος ϑεὸς εὐλογητός,
Verse: 20 
εὐλογητὸς κύριος ἡμέραν καϑ' ἡμέραν,
κατευοδώσει ἡμῖν ϑεὸς τῶν σωτηρίων ἡμῶν.
διάψαλμα.
Verse: 21 
ϑεὸς ἡμῶν ϑεὸς τοῦ σῴζειν,
καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ ϑανάτου.
Verse: 22 
πλὴν ϑεὸς συνϑλάσει κεϕαλὰς ἐχϑρῶν αὐτοῦ,
κορυϕὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.
Verse: 23 
εἶπεν κύριος ᾽Εκ Βασαν ἐπιστρέψω,
ἐπιστρέψω ἐν βυϑοῖς ϑαλάσσης,
Verse: 24 
ὅπως ἂν βαϕῇ πούς σου ἐν αἵματι,
γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχϑρῶν παρ' αὐτοῦ.
Verse: 25 
ἐϑεωρήϑησαν αἱ πορεῖαί σου, ϑεός,
αἱ πορεῖαι τοῦ ϑεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.
Verse: 26 
προέϕϑασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων
ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
Verse: 27 
ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν ϑεόν,
τὸν κύριον ἐκ πηγῶν Ισραηλ.
Verse: 28 
ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει,
ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν,
ἄρχοντες Ζαβουλων, ἄρχοντες Νεϕϑαλι.
Verse: 29 
ἔντειλαι, ϑεός, τῇ δυνάμει σου,
δυνάμωσον, ϑεός, τοῦτο, κατειργάσω ἡμῖν.
Verse: 30 
ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ
σοὶ οἴσουσιν βασιλεῖς δῶρα.
Verse: 31 
ἐπιτίμησον τοῖς ϑηρίοις τοῦ καλάμου·
συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν
τοῦ μὴ ἀποκλεισϑῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·
διασκόρπισον ἔϑνη τὰ τοὺς πολέμους ϑέλοντα.
Verse: 32 
ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου,
Αἰϑιοπία προϕϑάσει χεῖρα αὐτῆς τῷ ϑεῷ.
Verse: 33 
αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ ϑεῷ, ψάλατε τῷ κυρίῳ.
διάψαλμα.
Verse: 34 
ψάλατε τῷ ϑεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ // κατὰ ἀνατολάς·
ἰδοὺ δώσει ἐν τῇ ϕωνῇ αὐτοῦ ϕωνὴν δυνάμεως.
Verse: 35 
δότε δόξαν τῷ ϑεῷ·
ἐπὶ τὸν Ισραηλ μεγαλοπρέπεια αὐτοῦ,
καὶ δύναμις αὐτοῦ ἐν ταῖς νεϕέλαις.
Verse: 36 
ϑαυμαστὸς ϑεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ·
ϑεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ // αὐτοῦ.
εὐλογητὸς ϑεός. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.