TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 339
Previous part

Chapter: 2 
Verse: 1d    Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύϑη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων.
Verse: 2    
καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάϑου δὴ ἐνταῦϑα, ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιϑηλ· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλϑον εἰς Βαιϑηλ.
Verse: 3    
καὶ ἦλϑον οἱ υἱοὶ τῶν προϕητῶν οἱ ἐν Βαιϑηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωϑεν τῆς κεϕαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπᾶτε.
Verse: 4    
καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάϑου δὴ ἐνταῦϑα, ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλϑον εἰς Ιεριχω.
Verse: 5    
καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προϕητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωϑεν τῆς κεϕαλῆς σου; καὶ εἶπεν Καί γε ἐγὼ ἔγνων, σιωπᾶτε.
Verse: 6    
καὶ εἶπεν αὐτῷ Ηλιου Κάϑου δὴ ὧδε, ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύϑησαν ἀμϕότεροι.
Verse: 7    
καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προϕητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόϑεν· καὶ ἀμϕότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου.
Verse: 8    
καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέϑη τὸ ὕδωρ ἔνϑα καὶ ἔνϑα, καὶ διέβησαν ἀμϕότεροι ἐν ἐρήμῳ.
Verse: 9    
καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε Αἴτησαι τί ποιήσω σοι πρὶν ἀναλημϕϑῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ελισαιε Γενηϑήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ' ἐμέ.
Verse: 10    
καὶ εἶπεν Ηλιου ᾽Εσκλήρυνας τοῦ αἰτήσασϑαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.
Verse: 11    
καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμϕοτέρων, καὶ ἀνελήμϕϑη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
Verse: 12    
καὶ Ελισαιε ἑώρα καὶ ἐβόα Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα.
Verse: 13    
καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἔπεσεν ἐπάνωϑεν Ελισαιε, καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου·
Verse: 14    
καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου, ἔπεσεν ἐπάνωϑεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ οὐ διέστη· καὶ εἶπεν Ποῦ ϑεὸς Ηλιου αϕϕω; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνϑα καὶ ἔνϑα, καὶ διέβη Ελισαιε.
Verse: 15    
καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προϕητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον ᾽Επαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε· καὶ ἦλϑον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.
Verse: 16    
καὶ εἶπον πρὸς αὐτόν ᾽Ιδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευϑέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἐϕ' ἓν τῶν ὀρέων ἐϕ' ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ελισαιε Οὐκ ἀποστελεῖτε.
Verse: 17    
καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν ᾽Αποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν·
Verse: 18    
καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάϑητο ἐν Ιεριχω, καὶ εἶπεν Ελισαιε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευϑῆτε;
Verse: 19    
Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε ᾽Ιδοὺ κατοίκησις τῆς πόλεως ἀγαϑή, καϑὼς κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ γῆ ἀτεκνουμένη.
Verse: 20    
καὶ εἶπεν Ελισαιε Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ ϑέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν.
Verse: 21    
καὶ ἐξῆλϑεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει κύριος ῎Ιαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖϑεν ϑάνατος καὶ ἀτεκνουμένη.
Verse: 22    
καὶ ἰάϑησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε, ἐλάλησεν.
Verse: 23    
καὶ ἀνέβη ἐκεῖϑεν εἰς Βαιϑηλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλϑον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ ᾽Ανάβαινε, ϕαλακρέ, ἀνάβαινε.
Verse: 24    
καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου, καὶ ἰδοὺ ἐξῆλϑον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας.
Verse: 25    
καὶ ἐπορεύϑη ἐκεῖϑεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖϑεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.