TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 833
Previous part

Chapter: 2 
Verse: 1  εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρϑῶς
᾽Ολίγος ἐστὶν καὶ λυπηρὸς βίος ἡμῶν,
καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνϑρώπου,
καὶ οὐκ ἐγνώσϑη ἀναλύσας ἐξ ᾅδου.
Verse: 2 
ὅτι αὐτοσχεδίως ἐγενήϑημεν
καὶ μετὰ τοῦτο ἐσόμεϑα ὡς οὐχ ὑπάρξαντες·
ὅτι καπνὸς πνοὴ ἐν ῥισὶν ἡμῶν,
καὶ λόγος σπινϑὴρ ἐν κινήσει καρδίας ἡμῶν,
Verse: 3 
οὗ σβεσϑέντος τέϕρα ἀποβήσεται τὸ σῶμα
καὶ τὸ πνεῦμα διαχυϑήσεται ὡς χαῦνος ἀήρ.
Verse: 4 
καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησϑήσεται ἐν χρόνῳ,
καὶ οὐϑεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν·
καὶ παρελεύσεται βίος ἡμῶν ὡς ἴχνη νεϕέλης
καὶ ὡς ὁμίχλη διασκεδασϑήσεται
διωχϑεῖσα ὑπὸ ἀκτίνων ἡλίου
καὶ ὑπὸ ϑερμότητος αὐτοῦ βαρυνϑεῖσα.
Verse: 5 
σκιᾶς γὰρ πάροδος καιρὸς ἡμῶν,
καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,
ὅτι κατεσϕραγίσϑη καὶ οὐδεὶς ἀναστρέϕει.
Verse: 6 
δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαϑῶν
καὶ χρησώμεϑα τῇ κτίσει ὡς ἐν νεότητι σπουδαίως·
Verse: 7 
οἴνου πολυτελοῦς καὶ μύρων πλησϑῶμεν,
καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνϑος ἔαρος·
Verse: 8 
στεψώμεϑα ῥόδων κάλυξιν πρὶν μαρανϑῆναι·
Verse: 9 
μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,
πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐϕροσύνης,
ὅτι αὕτη μερὶς ἡμῶν καὶ κλῆρος οὗτος.
Verse: 10 
καταδυναστεύσωμεν πένητα δίκαιον,
μὴ ϕεισώμεϑα χήρας
μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·
Verse: 11 
ἔστω δὲ ἡμῶν ἰσχὺς νόμος τῆς δικαιοσύνης,
τὸ γὰρ ἀσϑενὲς ἄχρηστον ἐλέγχεται.
Verse: 12 
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν
καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν
καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου
καὶ ἐπιϕημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
Verse: 13 
ἐπαγγέλλεται γνῶσιν ἔχειν ϑεοῦ
καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει·
Verse: 14 
ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν,
βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος,
Verse: 15 
ὅτι ἀνόμοιος τοῖς ἄλλοις βίος αὐτοῦ,
καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
Verse: 16 
εἰς κίβδηλον ἐλογίσϑημεν αὐτῷ,
καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαϑαρσιῶν·
μακαρίζει ἔσχατα δικαίων
καὶ ἀλαζονεύεται πατέρα ϑεόν.
Verse: 17 
ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληϑεῖς,
καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ·
Verse: 18 
εἰ γάρ ἐστιν δίκαιος υἱὸς ϑεοῦ, ἀντιλήμψεται αὐτοῦ
καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνϑεστηκότων.
Verse: 19 
ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν,
ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ
καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
Verse: 20 
ϑανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν,
ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
Verse: 21 
Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήϑησαν·
ἀπετύϕλωσεν γὰρ αὐτοὺς κακία αὐτῶν,
Verse: 22 
καὶ οὐκ ἔγνωσαν μυστήρια ϑεοῦ
οὐδὲ μισϑὸν ἤλπισαν ὁσιότητος
οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.
Verse: 23 
ὅτι ϑεὸς ἔκτισεν τὸν ἄνϑρωπον ἐπ' ἀϕϑαρσίᾳ
καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν·
Verse: 24 
ϕϑόνῳ δὲ διαβόλου ϑάνατος εἰσῆλϑεν εἰς τὸν κόσμον,
πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.