TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 833
Chapter: 2
Verse: 1
εἶπον
γὰρ
ἐν
ἑαυτοῖς
λογισάμενοι
οὐκ
ὀρϑῶς
᾽Ολίγος
ἐστὶν
καὶ
λυπηρὸς
ὁ
βίος
ἡμῶν
,
καὶ
οὐκ
ἔστιν
ἴασις
ἐν
τελευτῇ
ἀνϑρώπου
,
καὶ
οὐκ
ἐγνώσϑη
ὁ
ἀναλύσας
ἐξ
ᾅδου
.
Verse: 2
ὅτι
αὐτοσχεδίως
ἐγενήϑημεν
καὶ
μετὰ
τοῦτο
ἐσόμεϑα
ὡς
οὐχ
ὑπάρξαντες
·
ὅτι
καπνὸς
ἡ
πνοὴ
ἐν
ῥισὶν
ἡμῶν
,
καὶ
ὁ
λόγος
σπινϑὴρ
ἐν
κινήσει
καρδίας
ἡμῶν
,
Verse: 3
οὗ
σβεσϑέντος
τέϕρα
ἀποβήσεται
τὸ
σῶμα
καὶ
τὸ
πνεῦμα
διαχυϑήσεται
ὡς
χαῦνος
ἀήρ
.
Verse: 4
καὶ
τὸ
ὄνομα
ἡμῶν
ἐπιλησϑήσεται
ἐν
χρόνῳ
,
καὶ
οὐϑεὶς
μνημονεύσει
τῶν
ἔργων
ἡμῶν
·
καὶ
παρελεύσεται
ὁ
βίος
ἡμῶν
ὡς
ἴχνη
νεϕέλης
καὶ
ὡς
ὁμίχλη
διασκεδασϑήσεται
διωχϑεῖσα
ὑπὸ
ἀκτίνων
ἡλίου
καὶ
ὑπὸ
ϑερμότητος
αὐτοῦ
βαρυνϑεῖσα
.
Verse: 5
σκιᾶς
γὰρ
πάροδος
ὁ
καιρὸς
ἡμῶν
,
καὶ
οὐκ
ἔστιν
ἀναποδισμὸς
τῆς
τελευτῆς
ἡμῶν
,
ὅτι
κατεσϕραγίσϑη
καὶ
οὐδεὶς
ἀναστρέϕει
.
Verse: 6
δεῦτε
οὖν
καὶ
ἀπολαύσωμεν
τῶν
ὄντων
ἀγαϑῶν
καὶ
χρησώμεϑα
τῇ
κτίσει
ὡς
ἐν
νεότητι
σπουδαίως
·
Verse: 7
οἴνου
πολυτελοῦς
καὶ
μύρων
πλησϑῶμεν
,
καὶ
μὴ
παροδευσάτω
ἡμᾶς
ἄνϑος
ἔαρος
·
Verse: 8
στεψώμεϑα
ῥόδων
κάλυξιν
πρὶν
ἢ
μαρανϑῆναι
·
Verse: 9
μηδεὶς
ἡμῶν
ἄμοιρος
ἔστω
τῆς
ἡμετέρας
ἀγερωχίας
,
πανταχῇ
καταλίπωμεν
σύμβολα
τῆς
εὐϕροσύνης
,
ὅτι
αὕτη
ἡ
μερὶς
ἡμῶν
καὶ
ὁ
κλῆρος
οὗτος
.
Verse: 10
καταδυναστεύσωμεν
πένητα
δίκαιον
,
μὴ
ϕεισώμεϑα
χήρας
μηδὲ
πρεσβύτου
ἐντραπῶμεν
πολιὰς
πολυχρονίους
·
Verse: 11
ἔστω
δὲ
ἡμῶν
ἡ
ἰσχὺς
νόμος
τῆς
δικαιοσύνης
,
τὸ
γὰρ
ἀσϑενὲς
ἄχρηστον
ἐλέγχεται
.
Verse: 12
ἐνεδρεύσωμεν
τὸν
δίκαιον
,
ὅτι
δύσχρηστος
ἡμῖν
ἐστιν
καὶ
ἐναντιοῦται
τοῖς
ἔργοις
ἡμῶν
καὶ
ὀνειδίζει
ἡμῖν
ἁμαρτήματα
νόμου
καὶ
ἐπιϕημίζει
ἡμῖν
ἁμαρτήματα
παιδείας
ἡμῶν
·
Verse: 13
ἐπαγγέλλεται
γνῶσιν
ἔχειν
ϑεοῦ
καὶ
παῖδα
κυρίου
ἑαυτὸν
ὀνομάζει
·
Verse: 14
ἐγένετο
ἡμῖν
εἰς
ἔλεγχον
ἐννοιῶν
ἡμῶν
,
βαρύς
ἐστιν
ἡμῖν
καὶ
βλεπόμενος
,
Verse: 15
ὅτι
ἀνόμοιος
τοῖς
ἄλλοις
ὁ
βίος
αὐτοῦ
,
καὶ
ἐξηλλαγμέναι
αἱ
τρίβοι
αὐτοῦ
·
Verse: 16
εἰς
κίβδηλον
ἐλογίσϑημεν
αὐτῷ
,
καὶ
ἀπέχεται
τῶν
ὁδῶν
ἡμῶν
ὡς
ἀπὸ
ἀκαϑαρσιῶν
·
μακαρίζει
ἔσχατα
δικαίων
καὶ
ἀλαζονεύεται
πατέρα
ϑεόν
.
Verse: 17
ἴδωμεν
εἰ
οἱ
λόγοι
αὐτοῦ
ἀληϑεῖς
,
καὶ
πειράσωμεν
τὰ
ἐν
ἐκβάσει
αὐτοῦ
·
Verse: 18
εἰ
γάρ
ἐστιν
ὁ
δίκαιος
υἱὸς
ϑεοῦ
,
ἀντιλήμψεται
αὐτοῦ
καὶ
ῥύσεται
αὐτὸν
ἐκ
χειρὸς
ἀνϑεστηκότων
.
Verse: 19
ὕβρει
καὶ
βασάνῳ
ἐτάσωμεν
αὐτόν
,
ἵνα
γνῶμεν
τὴν
ἐπιείκειαν
αὐτοῦ
καὶ
δοκιμάσωμεν
τὴν
ἀνεξικακίαν
αὐτοῦ
·
Verse: 20
ϑανάτῳ
ἀσχήμονι
καταδικάσωμεν
αὐτόν
,
ἔσται
γὰρ
αὐτοῦ
ἐπισκοπὴ
ἐκ
λόγων
αὐτοῦ
.
Verse: 21
Ταῦτα
ἐλογίσαντο
,
καὶ
ἐπλανήϑησαν
·
ἀπετύϕλωσεν
γὰρ
αὐτοὺς
ἡ
κακία
αὐτῶν
,
Verse: 22
καὶ
οὐκ
ἔγνωσαν
μυστήρια
ϑεοῦ
οὐδὲ
μισϑὸν
ἤλπισαν
ὁσιότητος
οὐδὲ
ἔκριναν
γέρας
ψυχῶν
ἀμώμων
.
Verse: 23
ὅτι
ὁ
ϑεὸς
ἔκτισεν
τὸν
ἄνϑρωπον
ἐπ
'
ἀϕϑαρσίᾳ
καὶ
εἰκόνα
τῆς
ἰδίας
ἀϊδιότητος
ἐποίησεν
αὐτόν
·
Verse: 24
ϕϑόνῳ
δὲ
διαβόλου
ϑάνατος
εἰσῆλϑεν
εἰς
τὸν
κόσμον
,
πειράζουσιν
δὲ
αὐτὸν
οἱ
τῆς
ἐκείνου
μερίδος
ὄντες
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.