TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 968
Previous part

Chapter: 3 
Verse: 1    ῏Ω ἐπιϕανὴς καὶ ἀπολελυτρωμένη, πόλις περιστερά·
Verse: 2    
οὐκ εἰσήκουσεν ϕωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίϑει καὶ πρὸς τὸν ϑεὸν αὐτῆς οὐκ ἤγγισεν.
Verse: 3    
οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς ᾽Αραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί·
Verse: 4    
οἱ προϕῆται αὐτῆς πνευματοϕόροι, ἄνδρες καταϕρονηταί· οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον.
Verse: 5    
δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωὶ πρωὶ δώσει κρίμα αὐτοῦ εἰς ϕῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν.
Verse: 6    
ἐν διαϕϑορᾷ κατέσπασα ὑπερηϕάνους, ἠϕανίσϑησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.
Verse: 7    
εἶπα Πλὴν ϕοβεῖσϑέ με καὶ δέξασϑε παιδείαν, καὶ οὐ μὴ ἐξολεϑρευϑῆτε ἐξ ὀϕϑαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ' αὐτήν· ἑτοιμάζου ὄρϑρισον, διέϕϑαρται πᾶσα ἐπιϕυλλὶς αὐτῶν.
Verse: 8    
Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐϑνῶν τοῦ εἰσδέξασϑαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν ϑυμοῦ μου· διότι ἐν πυρὶ ζήλους μου καταναλωϑήσεται πᾶσα γῆ.
Verse: 9    
ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσϑαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.
Verse: 10    
ἐκ περάτων ποταμῶν Αἰϑιοπίας οἴσουσιν ϑυσίας μοι.
Verse: 11    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνϑῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ ϕαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσϑῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.
Verse: 12    
καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραὺν καὶ ταπεινόν, καὶ εὐλαβηϑήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου
Verse: 13    
οἱ κατάλοιποι τοῦ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεϑῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασϑήσονται, καὶ οὐκ ἔσται ἐκϕοβῶν αὐτούς.
Verse: 14    
Χαῖρε σϕόδρα, ϑύγατερ Σιων, κήρυσσε, ϑύγατερ Ιερουσαλημ· εὐϕραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, ϑύγατερ Ιερουσαλημ.
Verse: 15    
περιεῖλεν κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχϑρῶν σου· βασιλεὺς Ισραηλ κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.
Verse: 16    
ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ιερουσαλημ Θάρσει, Σιων, μὴ παρείσϑωσαν αἱ χεῖρές σου·
Verse: 17    
κύριος ϑεός σου ἐν σοί, δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐϕροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐϕρανϑήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
Verse: 18    
καὶ συνάξω τοὺς συντετριμμένους· οὐαί, τίς ἔλαβεν ἐπ' αὐτὴν ὀνειδισμόν;
Verse: 19    
ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην· εἰσδέξομαι καὶ ϑήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ.
Verse: 20    
καὶ καταισχυνϑήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέϕειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει κύριος. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.