TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 972
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα.
Verse: 2    
καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ.
Verse: 3    
καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας.
Verse: 4    
καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεϕαλήν· καὶ εἰσῆλϑον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔϑνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν.
Verse: 5    
Καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.
Verse: 6    
καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃ; καὶ εἶπεν πρός με Διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος.
Verse: 7    
καὶ ἰδοὺ ἄγγελος λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ
Verse: 8    
καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπως κατοικηϑήσεται Ιερουσαλημ ἀπὸ πλήϑους ἀνϑρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·
Verse: 9    
καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόϑεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
Verse: 10    
ϕεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει κύριος·
Verse: 11    
εἰς Σιων ἀνασῴζεσϑε, οἱ κατοικοῦντες ϑυγατέρα Βαβυλῶνος.
Verse: 12    
διότι τάδε λέγει κύριος παντοκράτωρ ᾽Οπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔϑνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀϕϑαλμοῦ αὐτοῦ·
Verse: 13    
διότι ἰδοὺ ἐγὼ ἐπιϕέρω τὴν χεῖρά μου ἐπ' αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσϑε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με.
Verse: 14    
τέρπου καὶ εὐϕραίνου, ϑύγατερ Σιων, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος.
Verse: 15    
καὶ καταϕεύξονται ἔϑνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.
Verse: 16    
καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ.
Verse: 17    
εὐλαβείσϑω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου, διότι ἐξεγήγερται ἐκ νεϕελῶν ἁγίων αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.