TITUS
Legendae Sanctorum militarium
Part No. 35
Previous part

Chapter: 3  
Line of edition: 4    3. Δράκων 2 ἦν ἐμϕωλεύων κατά τινα τόπον, Εὐχάϊτα
Line of edition: 5    
τοὔνομα 3, δεινὸς μὲν ἰδεῖν, δεινότερος δὲ 4 προσβαλεῖν, ὅτῳ ἃν
Line of edition: 6    
ἐκεῖνον ἐντυχεῖν ἐγένετο, πῦρ μὲν γὰρ ἠϕίει τῶν ὀϕθαλμῶν,
Line of edition: 7    
ἰὸν δὲ τῶν χειλέων, καὶ 6 ἄμαχόν τι κακὸν καὶ ὀλέθριον, ἐν δὲ
Line of edition: 8    
τῷ ἕρπειν πᾶσαν ὡς εἰπεῖν τὴν παρακειμένην ὕλην 7 διασαλεύων·
Line of edition: 9    
ὅθεν οὐδὲν ἄλλο τοῖς πλησιάζουσιν ὑπελείπετο 8 τὸ ϕυγεῖν
Line of edition: 10    
ἐκεῖθεν καὶ μετανάστας γενέσθαι καὶ τὸ ϕίλον ἔδαϕος μισητὸν
Line of edition: 11    
γενέσθαι 9 διὰ κακὸν οὕτω 10 ἄμαχον καὶ ἀγχίθυρον. Τοῦτον
Line of edition: 12    
οὖν τὸν τόπον τοῦ Χριστοῦ μάρτυς ὄψει παραλαβὼν καὶ τῷ
Line of edition: 13    
τῶν ἐγχωρίων οἴκτῳ κατακαμϕθεὶς 11 τὴν ψυχήν σύμβολον παρ'
Line of edition: 14    
ἑαυτῷ ποιεῖται πρὸς τὴν τοῦ νοητοῦ δράκοντος πάλην τὴν τοῦ
Line of edition: 15    
προκειμένου θηρὸς ἀναίρεσιν. Αὐτίκα γοῦν τῷ ὅπλῳ τοῦ τιμίου
Line of edition: 16    
σταυροῦ ϕραξάμενος περιῄει τὸν θῆρα διερευνώμενος. Κεκοπιακὼς
Line of edition: 17    
δὲ τῷ λασίῳ καὶ δασεῖ τῆς ὕλης καὶ μικρόν τι ἐκβάς, ἔπειτα δὲ
Line of edition: 18    
καὶ ἀποβὰς τοῦ ἵππου, ὕπνῳ ἑαυτὸν δέδωκε τε καὶ διανέπαυε.
Line of edition: 19    
Καί τις γυνὴ τῶν κατὰ τὴν χώραν ἐπισήμων τε 12· καὶ περιϕανῶν
Line of edition: 20    
περιδεὴς καὶ ὑπότρομος ἐπιστᾶσα ἀϕύπνιζέ τε τὸν ἅγιον καὶ
Line of edition: 21    
"ἀνάστα τὸ τάχος" ἐβόα· "εἰ μέλει σοι ζωῆς καὶ μὴ θανατᾷς
Line of edition: 22    
ἄντικρυς· τὸ γὰρ ἐνταῦθα κακὸν δράκων συριγμῷ ἔξεισι διὰ
Line of edition: 23    
τῆσδε καὶ πολλοὺς ὅπως 13 ἀνεῖλεν ἄχρι καὶ νῦν καὶ βορὰν 14
Line of edition: 24    
ἑαυτῷ ἐποιήσατο." Ταῦτα ἔλεγε τὸ ϕιλόχριστον γύναιον οἰκτιζόμενον,
Line of edition: 25    
εἶτα καὶ ϕανερὸν ὁρῶσα τὸν κίνδυνον εἰς τὸ 15 δεῖγμα τῆς
Line of edition: 26    
συμπαθείας δάκρυα κατέρρει τῶν ὀϕθαλμῶν. ῾Ο δὲ ὡς εἶδεν, ὡς
Line of edition: 27    
ἤκουσε, παραχρῆμα τό τε σέβας τῆς γυναικὸς καὶ ἥτις εἴη παρ'
Line of edition: 28    
αὐτῆς ἐπυνθάνετο· κἀκείνη Εὐσεβία 16 μὲν εἶπε 17 κεκλῆσθαι, τὸ
Page of edition: 138  Line of edition: 1    
πατρῴου κλήρου, ἀηδῶς δὲ πρὸς αὐτὸν ἔχειν καὶ σπεύδειν ὅσον
Line of edition: 2    
οὔπω πανοικεσίᾳ τοῦτον καταλιπεῖν 1 "εἶδον γάρ", ἔϕη,
Line of edition: 3    
"πολλάκις καὶ τῶν γνωρίμων πολλοὺς ἐνταῦθα παραβάλλοντας
Line of edition: 4    
καὶ τῷ θηρίῳ βορὰν γενομένους, ὤν μνήμη στρέϕει μου τὴν
Line of edition: 5    
καρδίαν· διὰ τοῦτο καί σε μὴ θᾶττον ἐκχωροῦντα ὁρῶσα περιαλγὴς
Line of edition: 6    
γίνομαι καὶ ἐπίδακρυς." Ταῦτα ἐπιτραγῳδήσασα ϕιλανθρώπως
Line of edition: 7    
καὶ ἅμα τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα· "Θεέ, εἶπεν, σαρκωθεὶς
Line of edition: 8    
ἐκ τῆς ἁγίας παρθένου ἐπὶ σωτηρίᾳ τοῦ κόσμου παντός, ἐξελοῦ
Line of edition: 9    
ἡμᾶς τῆς προκειμένης 2 τοῦδε τοῦ θηρίου κακότητος, κλῆρον σὸν
Line of edition: 10    
γενομένους καὶ κλήσει τῇ σῇ δικαιωθέντας κατονομάζεσθαι." ῾Ως
Line of edition: 11    
δὲ τοῦτο, ῥηθὲν ἐν ἐπηκόῳ ἀθλητὴς ἤκουσεν, εὔθυμος ὅλος γενόμενος
Line of edition: 12    
"ἀπαλλαγήσῃ σήμερον" πρὸς τὸ γύναιον εἶπεν "ἀπαλλαγήσῃ
Line of edition: 13    
γείτονος πονηροῦ, Θεοῦ ἡμῖν ἄνωθεν ἐπορέγοντος δεξιάν.
Line of edition: 14    
῎Εγνων γὰρ δύναμιν ἐμπνευσθεῖσάν μοι παρὰ τοῦ ἐμοῦ Χριστοῦ
Line of edition: 15    
καὶ δεσπότου, ὅς σε καὶ τοῦ ὑπὲρ ἡμῶν οἴκτου ἀμείψαιτο παραστᾶσαν
Line of edition: 16    
οὕτως 4 καὶ ἡμᾶς ἀϕυπνίσασαν 5." Εἶπε καὶ οἷον ἔθους
Line of edition: 17    
γενόμενος καὶ τῷ τοῦ σταυροῦ σημείῳ ἑαυτὸν περιϕράξας ἐπέβη
Line of edition: 18    
τοῦ ἵππου καὶ ψόϕου τινὸς αἰσθόμενος ἐκ μέσης τῆς ὕλης, ὅθεν
Line of edition: 19    
τάχα καὶ τὸ θηρίον ἐξέρπειν ᾔσθετο 6, αὐτὸς τῇ ἄνωθεν πεποιθὼς
Line of edition: 20    
συμμαχίᾳ ἔπεισιν ἀνδρικῶς· καὶ ἤδη τὸν 7 ϕερόμενον ἰταμῶς καὶ
Line of edition: 21    
ὁρμῆς πλήρη καταλαβὼν ϕθάνει τὴν λόγχην ἀκοντίσας καὶ βάλλει
Line of edition: 22    
τὴν κεϕαλὴν αὐτοῦ καιρίᾳ μάλιστα καὶ χαλεπῇ τῇ πληγῇ. ῾Ο δὲ
Line of edition: 23    
ἦν παραχρῆμα νεκρός, ὀλίγα τὸν ὁλκὸν περιστρέψας καὶ ἀδεὲς
Line of edition: 24    
δέος τοῖς πεπλησιακόσι γενόμενος.
Line of edition: 25    
4. Τοῦτο σύμβολον ἐναργὲς κατέστη τῷ μακαρίῳ, ὅτι τε
Line of edition: 26    
καλῶς τοῦ μαρτυρίου δρόμος αὐτῷ καὶ δεξιὸν ἀπαντήσοι 8 τὸ
Line of edition: 27    
πέρας καὶ ὅτι παραπλησίως τῷ αἰσθητῷ καὶ τὸν νοητὸν θῆρα
Line of edition: 28    
καταγωνίσεται 9 ἀμέλει καὶ χαίρων ἀπῄει πρὸς τὴν τοῦ Πόντου
Line of edition: 29    
'Αμάσειαν 10, ἐν μάρτυς γενόμενος καὶ ὅπως ἔχει περὶ τὸ
Line of edition: 30    
σέβας διαγνωσθείς, θύειν εἰδώλοις παρὰ τῶν ἐπίσης αὐτοῖς
Page of edition: 139  Line of edition: 1    
ἀναισθήτων διεκελεύετο. ῾Ο δὲ πιστὸς ὢν τῷ Θεῷ καὶ ὑπὸ τῆς
Line of edition: 2    
αὐτοῦ χάριτος ἐμπνευσθεὶς παρρησίαν τε καὶ θάρσους ὑποβληθείς
Line of edition: 3    
1, στὰς ἐν μέσῳ τῆς λεγεῶνος· "᾽Εγὼ χριστιανός εἰμι, ἔϕη,
Line of edition: 4    
καὶ θῦσαι θεοῖς κιβδήλοις οὐκ ἐπιτέταγμαι· ἔστι γάρ μου Χριστὸς
Line of edition: 5    
ἐν οὐρανοῖς ἀθάνατος βασιλεύς, καὶ στρατεύομαι καὶ οὗ τοῖς
Line of edition: 6    
προστάγμασιν ἀκριβῶς πείθομαι." Πρὸς ταῦτα τοῦ πραιποσίτου
Line of edition: 7    
"τὴν προσήκουσάν σοι στρατείαν" εἰπόντος, "Θεόδωρε, μὴ
Line of edition: 8    
ἀποποιοῦ, θῦέ τε τοῖς θεοῖς καὶ πείθου βασιλεῦσι τοῖς ἀηττήτοις",
Line of edition: 9    
μάρτυς πάλιν ἐπὶ τῆς καλῆς ταύτης ὁμολογίας ἑστώς·
Line of edition: 10    
"Λέλεκταί μοι ἤδη, ϕησί 2, ὅτι τῷ ἐμῷ στρατεύομαι βασιλεῖ,
Line of edition: 11    
καὶ αὐτῷ πείθομαι καὶ ἄλλῳ παρὰ τοῦτον στρατευθῆναι οὐ
Line of edition: 12    
δύναμαι·" καὶ τὸν πραιπόσιτον σκολιᾷ χρησάμενον διανοίᾳ "ἀλλὰ
Line of edition: 13    
καὶ τούτους" εἰπεῖν ἀποβλέψαντα πρὸς τοὺς παρεστῶτας "χριστιανοὺς
Line of edition: 14    
ὄντας οὐδὲν τοῦτο διεκώλυσε τοῦ στρατεύεσθαι." Εἶτα,
Line of edition: 15    
τοῦ μάρτυρος ἐπίτομον δόντος ἀπολογίαν, "ἑκάστῳ" γὰρ εἰπεῖν
Line of edition: 16    
"ὅπως ἔχοι στρατείας μελέτω· ἐγὼ μέντοι εὕρηκα καὶ αὖθις
Line of edition: 17    
ἐρῶ, ὅτι τῷ ἐμῷ στρατεύομαι βασιλεῖς τῷ ζῶντι ϕημι Θεῷ,
Line of edition: 18    
καὶ τῷ μονογενεῖ υἱῷ αὐτοῦ," Ποσειδώνιος τις δουκινάριος
Line of edition: 19    
παρεστὼς καὶ οἶον ἐγγελῶν τῷ μάρτυρι τῆς ἀπολογίας καὶ σκώπτειν
Line of edition: 20    
ὥσπερ ἐξ ἀγχινοίας βουλόμενος, "ὁ γὰρ Θεός σου, ἔϕη,
Line of edition: 21    
Θεόδωρε, καὶ υἱὸν ἔχει;"

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.