TITUS
Legendae Sanctorum militarium
Part No. 36
Previous part

Chapter: 5  
Line of edition: 22    5. ῾Ο δὲ μάρτυς ἦν οὐχ ὑϕειμένος τῆς ἀληθείας, ἀλλὰ προθύμῳ
Line of edition: 23    
γλώττῃ καὶ θαρραλέᾳ ϕωνῇ· "Ναί, εἶπεν, ἔχει, τὸν Λόγον τῆς
Line of edition: 24    
ἀληθείας, δι' οὗ τὰ πάντα παρήγαγε· διδάσκει γάρ με Δαβὶδ
Line of edition: 25    
θεῖος καὶ προϕήτης καὶ βασιλεὺς οὕτως εἰπών· τῷ λόγῳ κυρίου
Line of edition: 26    
οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ
Line of edition: 27    
πᾶσα δύναμις αὑτῶν." Εἶτα τὸν πραιπόσιτον πάλιν ἐπίσης
Line of edition: 28    
διαχλευάζειν βουλόμενον· "τί δέ; τόν υἱὸν" ϕάναι "τοῦτον
Line of edition: 29    
δυνάμεθα καὶ ἡμεῖς ἰδεῖν 4;" "εἴθε, εἶπε, τοιαύτην ὑμῖν ἐκεῖνος
Line of edition: 30    
τὴν σύνεσιν ἐχαρίσατο, ὥστε πολλὰ τῇ πλάνῃ χαίρειν εἰπόντας
Line of edition: 31    
τὸν ἀψευδῆ Θεὸν ἐπιγνῶναι καὶ τούτω λατρεύειν καὶ τὴν λογικὴν
Page of edition: 140  Line of edition: 1    
αὐτῷ προσϕέρειν θυσίαν, ἁγνεύοντας 1 ἅμα καὶ χεῖρας καὶ τὴν
Line of edition: 2    
ψυχήν·" ᾽Αλλ' οὕτως 2 μὲν τὰ τῆς ἀγαθῆς καὶ ϕιλανθρώπου
Line of edition: 3    
ψυχῆς ϕιλάνθρωπα ῥήματα· μέντοι ἔκϕρων ἐκεῖνος καὶ ἀγχίνους
Line of edition: 4    
τῷ δοκεῖν Ποσειδώνιος, κόλαξ ὢν καὶ τῷ καιρῷ χαριζόμενος,
Line of edition: 5    
" ἀλλ' εἴπερ ἐπιγνῶμεν αὐτόν, ἔϕη, τί ἔσται πλέον ἡμῖν καὶ ποῖον
Line of edition: 6    
οὐκ ἔσται καλόν;" μάρτυς ἀντέϕησε· "Καὶ πῶς δὲ οὐ νοῦν
Line of edition: 7    
ἔχοντος καὶ ϕρένας ἀνθρώπου παριδεῖν τὸ σκότος καὶ τῷ ϕωτὶ
Line of edition: 8    
προσδραμεῖν καὶ ὑπεριδεῖν μὲν εὐημερίας, ἦς ἐν ὀλίγῳ περὶ τὸν
Line of edition: 9    
πρόσκαιρον ὄντες ἀπολαύετε 3 βασιλέα, Θεῷ δὲ ζῶντι καὶ βασιλεῖ
Line of edition: 10    
προσελθεῖν καὶ τὴν ἴσην ἐμοὶ στρατείαν αὐτῷ στρατεύσασθαι;"
Line of edition: 11    
καὶ τὸν πρεπόσιτον "ἐνδῶμεν αὐτὸν" ϕάναι "ἄχρι καί τινων
Line of edition: 12    
ἡμερῶν, ὡς ἂν ἐπὶ σχολῆς σκεψάμενον γνῷ τε τὸ βέλτιον καὶ
Line of edition: 13    
τὸ συμϕέρον αὐτῷ μεταμάθοι." ῾Ο ἀσύνετος ταῦτα ὑπὲρ τοῦ
Line of edition: 14    
συνιέντος, ἄϕρων ὑπὲρ τοῦ πολλῇ ϕρονήσει 4 κεκοσμημένου,
Line of edition: 15    
βάθει 5 τῆς πλάνης κατειλημμένος ὑπὲρ τοῦ λαμπρῷ ϕωτὶ
Line of edition: 16    
τῆς εὐσεβείας πεϕωτισμένου.

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.