TITUS
Legendae Sanctorum militarium
Part No. 37
Previous part

Chapter: 6  
Line of edition: 17    6. ᾽Εκεῖνον τοιγαροῦν εἰς καιρὸν ἀϕέντες, ἦσαν οὗτοι μεταξὺ
Line of edition: 18    
πρὸς χριστιανοὺς ἐνασχολούμενοι· καὶ συλλαβόντες ἦγον εὐθύνας
Line of edition: 19    
ὑπέχειν, ὅτι μὴ προσέχουσι ψεύδει, ἀλλ' εὐσεβείας ἔχονται καὶ
Line of edition: 20    
πρὸς ἀλήθειαν ἔβλεψαν· οἷς μάρτυς ἀκολουθῶν καὶ πάντα
Line of edition: 21    
αὐτοῖς γενέσθαι ϕιλονεικῶν, καὶ νοῦς καὶ στόμα καὶ ϕωνὴ καὶ πρὸς
Line of edition: 22    
ἀνδρείαν παράκλησις, ὥσπερ ἐν τοῖς ἐκείνων μέλεσι διακινδυνεύειν
Line of edition: 23    
μέλλων αὐτός, τί μὲν οὐκ ἔλεγε, τί δὲ οὐκ ἐποίει θάρσους αὐτοὺς
Line of edition: 24    
καὶ τόλμης ἀναπιμπλῶν; ἐμακάριζε τοὺς ἀγῶνας, ζηλωτοὺς 6
Line of edition: 25       
ἔκρινε τὰ αὐτῶν, ἠσπάζετο μέλη, τὰς βασάνοις ἐσμικρολόγει,
Line of edition: 26    
τὰς ἀμοιβὰς ἐμεγάλυνεν· εἶτα ἐκείνων ἐγκατακλείστων ἤδη
Line of edition: 27    
γενομένων, αὐτὸς εὐκαίρου ὥρας ἐπιτυχὼν ἐπιτίθεται τῇ μητρὶ
Line of edition: 28    
τῶν ψευδωνύμων θεῶν· καὶ πυρὶ ζήλου τὴν καρδίαν διακαυθείς,
Line of edition: 29    
πυρὶ τὸν ταύτης ναὸν καταϕλέγειν 7 νυκτὸς ἐπελθών, ἔργῳ διδάξας
Line of edition: 30       
τοὺς ἀνοήτους βουλόμενος, οἵῳ μὲν αὐτὸς ἐπιθαρρεῖ βοηθῷ,
Page of edition: 141  Line of edition: 1    
οἵοις δὲ αὐτοὶ θεοῖς πεποίθασιν, οἳ τοσοῦτον ἀπεχουσι τοῦ
Line of edition: 2    
βοηθεῖν ἑτέροις, ὡς μηδὲ ἑαυτοῖς ἀμῦναι δυνατοὶ γενέσθαι
Line of edition: 3    
τοιαῦτα πάσχουσιν. ᾽Επεὶ δὲ ὑπό τινων τὸ πραχθὲν ὡράθη καὶ
Line of edition: 4    
εἰς πολλοὺς ἤδη διαδοθὲν ἦν, Κρονίδης λογιστὴς δέει ληϕθεὶς
Line of edition: 5    
συλλαβόμενος αὐτὸν Πουπλίῳ τῷ ἡγεμόνι παρίστησιν· "Οὗτος
Line of edition: 6    
λυμεών, λέγων, νεόλεκτος ἡμῶν στρατιώτης κακῇ μοίρᾳ τῇ
Line of edition: 7    
ἡμετέρᾳ πόλει ἐπιδεδημηκώς, τόν τε ναὸν τῆς μητρὸς τῶν
Line of edition: 8    
θεῶν ἐνέπρησε καὶ εἰς τοὺς θεοὺς ἐξύβρισε καὶ οὐδὲ μίαν ἀπέλιπε
Line of edition: 9    
θράσους ὑπερβολήν· συλλαβὼν οὖν αὐτὸν τῷ σῷ μεγέθει
Line of edition: 10    
παρέστησα, ὥστε κατὰ τὸ θεῖον τῶν δεσποτῶν θέσπισμα δίκην
Line of edition: 11    
αὐτὸν ὑποσχεῖν τῆς τόλμης ἀξίαν."

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.