TITUS
Legendae Sanctorum militarium
Part No. 38
Previous part

Chapter: 7  
Line of edition: 12    7. ῾Ο γοῦν δικαστὴς μεταστειλάμενος τὸν πρεπόσιτον πολλά
Line of edition: 13    
τε ἐκάκισε καὶ εἰς ῥᾳθυμίαν ὠνείδισε καὶ τὴν αἰτίαν αὐτῷ τοῦ
Line of edition: 14    
καυθῆναι τὸν ναὸν περιῆπτεν· "εἰ μὴ σύ, λέγων, ὑϕῆκας τῆς
Line of edition: 15    
ἀκριβείας, οὐκ ἂν οὗτος πάντολμος εὗρε χώραν τοιούτοις
Line of edition: 16    
ἐπιχειρεῖν." ῾Ο δὲ μέμψεως ἑαυτὸν ἀπολύων· "ἐγώ, ἔϕη,
Line of edition: 17    
πολλάκις αὐτὸν ὅτε μὲν ἀγαθῶν ἐπαγγελίαις ὅτε δὲ καὶ ἀπειλαῖς
Line of edition: 18    
χρώμενος πρὸς τὴν τῶν θεῶν ἐπειγόμην θυσίαν· ὡς δὲ ἑώρων
Line of edition: 19    
ἐμαυτὸν οὐδὲν ὅλως ἀνύοντα καὶ ὅτι μηδὲν ἔλεγον εἰς ψυχὴν ἀλλὰ
Line of edition: 20    
τῶν ὤτων ἄκρων τοὺς λόγους κατέχεον, καιρὸν ἔγνων παρασχεῖν
Line of edition: 21    
διασκέψεως, εἰ καὶ μετάνοιά τις αὐτὸν εἰσέλθοι καὶ μετάθηται
Line of edition: 22    
πρὸς τὸ βέλτιον· εἰ δὲ καὶ τοιοῦτον προήχθη τολμῆσαι 1, δῆλός
Line of edition: 23    
ἐστι κατατρυϕῶνἕπου τοῖς νόμοις καὶ τῇ ἐκείνων ἀποτομίᾳ
Line of edition: 24    
κατὰ τῶν οὕτως ἰταμῶν κέχρησο." Καὶ ἡγεμὼν εὐθὺς τοῦ
Line of edition: 25    
βήματος προκαθίσας, ἀχθῆναι κελεύει τὸν ἅγιον. ᾽Αχθέντι δὲ
Line of edition: 26    
δριμύ τι καὶ ἄρνες ἐμβλέψας· "Τοῦτο, ἔϕη, τῆς δοθείσης σοι
Line of edition: 27    
πρὸς μεταβολὴν ἀδείας ἀπέλαυσας, τὸ ἀντὶ τοῦ θῦσαι σε καὶ
Line of edition: 28    
λίβανον προσαγαγεῖν τῇ θεᾷ πῦρ ἐκείνῃ προσενεγκεῖν," ῾Ο δὲ
Line of edition: 29    
μάρτυς οὐδὲν ὑποδειλιάσας, ἀλλ' ὥσπερ τῷ γενομένῳ μᾶλλον
Line of edition: 30    
ἐπικαυχώμενος καὶ εἰδώς, ὡς οὐ δεῖται τὸ πρᾶγμα γωνίας καὶ
Line of edition: 31    
ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς μᾶλλον, ὥστε ϕανερὸν
Page of edition: 142  Line of edition: 1    
ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθεὶς "ὅ μοι
Line of edition: 2    
πέπρακται, ἔϕη, οὐκ ἃν ἀρνηθείην· ξύλοις ἐπήγαγον πῦρ, ὥστε
Line of edition: 3    
λίθον καυθῆναι. Τοιαύτη δὲ ὑμῶν θεά, ὡς μηδὲ ἑαυτῇ
Line of edition: 4    
βοηθῆσαι καὶ τοῦ κακοῦ δυνηθῆναι ῥύσασθαι." Καὶ δικαστὴς
Line of edition: 5    
λόγῳ μὴ δυνηθεὶς ἀμείψασθαι τὴν ἀπόκρισιν, ὀργὴν ἀντιδίδωσιν
Line of edition: 6    
ἐξ ἀπορίας καὶ τύπτεσθαι κελεύει τὸν ἅγιον, ἐπειπών· "῾Η τῶν
Line of edition: 7    
ἐμῶν λόγων ἁπαλότης καὶ τὸ τῆς ὁμιλίας ὑϕειμένον καὶ ἥμερον
Line of edition: 8    
θρασύτερόν σε διέθηκαν πρὸς τὰς ἀποκρίσεις· στρέβλαι δὲ καὶ
Line of edition: 9    
πολλαὶ βάσανοι πείσουσι βασιλικοῖς προστάγμασιν εἴκειν."
Line of edition: 10    
῾Ο δὲ ἅγιος· "Οὔτε σοι πείθομαι, ἔϕη, οὔτε τῶν σῶν κολάσεων
Line of edition: 11    
ἐπιστρέϕομαι, κἂν πολλῷ τούτων χαλεπωτέρας μοι 1 ἐπαγάγῃς.
Line of edition: 12    
Αἱ δὲ σαὶ ἀπειλαὶ ἀγεννεῖς ἑτέρους 2 καὶ παῖδας καταπτοείτωσαν·
Line of edition: 13    
ἐμοὶ γὰρ προσδοκία τῶν μενόντων με ἀγαθῶν θάρσος 3 τε
Line of edition: 14    
ἐμβάλλει καὶ τῶν σῶν βασάνων πείθει καταϕρονεῖν· μᾶλλον δὲ
Line of edition: 15    
οὐδὲ βάσανοι μοι δοκοῦσιν αὗται· γὰρ κύριός μου καὶ βασιλεὺς
Line of edition: 16    
παρίσταταί μοι κουϕίζων μοι τὰς ὀδύνας· ὃν σὺ οὐχ ὁρᾷς, ἐπεὶ μὴ
Line of edition: 17    
βλέπεις τοῖς τῆς ψυχῆς ὀϕθαλμοῖς"

Next part



This text is part of the TITUS edition of Legendae Sanctorum militarium.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.